Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 276
Not analysed yet
278. μηδὲ κτάνητε: ἐπειδὴ ὁ μὲν Ὀδυσσεὺς μόνος ἔμελλε λαβεῖν τὴν Πολυξένην ἐκ τῆς Ἑκάβης, τὸ δὲ θανεῖν αὐτὴν κοινῇ πᾶσι τοῖς Ἕλλησιν ἔδοξε, διὰ τοῦτο πρὸς μὲν τὸν Ὀδυσσέα ἑνικῶς εἶπε τὸ ἀποσπάσῃς, πρὸς δὲ τοὺς ἄλλους τὸ κτάνητε. Gu. I. ἅλις: ἀντὶ τοῦ αὐτάρκεια τῶν ἀποθανόντων μου τέκνων, καὶ ἐν ταύτῃ χαίρω. A. M. Fl. 21. μηδὲ αὐτὴν θανατώσητε· ἀρκετὸν γάρ ἐστιν ὑμῖν τῶν τεθνεώτων ὁ ἀφανισμός. Fl. 33. τὸ ἅλις ἐνίοτε μὲν ἔχει προσκείμενον τὸ ἔχειν ῥῆμα καὶ λαμβάνει γενικὴν συνυπακουομένου τοῦ ἕνεκα, οἷον ἅλις ἔχω δακρύων. ἐνίοτε δὲ ἔχει ἔξωθεν τὸ ἔχει προσυπακουόμενον καὶ λέγεται ἢ μετὰ εὐθείας μόνης. ὡς τὸ “ἅλις σῆς κόρης θάνατος” ἀντὶ τοῦ ἱκανῶς ἔχει ὁ θάνατος τῆς σῆς κόρης. ἢ μετὰ γενικῆς ὅτε καὶ τὸ πρᾶγμα συνυπακούεται ὡς ἐνταῦθα “τῶν τεθνηκότων ἅλις,” ἤγουν ἱκανῶς ἔχει τὸ πρᾶγμα ἕνεκα τῶν τεθνηκότων. B.