Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 281
Not analysed yet
282. οὐ τοὺς κρατοῦντας: τοὺς ἄρχοντας οὐ πρέπει κρατεῖν τῶν πραγμάτων ἐκείνων δηλονότι, ἃ μὴ χρεὼν, ἤτοι οὐ πρέπον κρατεῖσθαι, οὐδὲ τοὺς εὐτυχοῦντας δοκεῖν καὶ νομίζειν πράττειν ἀεὶ εὖ, ἤτοι εὐτυχεῖν. I. οὐ τοὺς κρατοῦντας καὶ ἄρχοντας ἀνόμου καὶ κακῆς βουλῆς χρὴ ἔχεσθαι, ἀλλὰ πρὸς τὸ δίκαιον πίπτειν ἀεὶ τῶν μὴ προσηκόντων ἀπεχομένους, οὐδὲ τοὺς εὐτυχοῦντας ὑπολαμβάνειν ἀεὶ εὐτυχήσειν. εἶπε δὲ ἄμφω διὰ τοὺς Ἕλληνας ὡς εὐτυχεῖς ὄντας καὶ ἄδικα περὶ τῆς Πολυξένης βουλευσαμένους. Gu. I. τοὺς κρατοῦντας: τοὺς ἐν ἀρχαῖς ὄντας καὶ δυναμένους πράττειν, ἃ βούλονται οὐ χρὴ εἰς κακὸν χρῆσθαι τῇ ἐξουσίᾳ, εἰδότας ὅτι οὐκ ἐν τῇ αὐτῇ μενοῦσι τύχῃ. A. M. Fl. 10. 59. οὐ χρὴ τοὺς ἡγεμόνας πράσσειν ἅπερ μὴ πρέπει. Fl. 33. τοὺς δυναμένους, ὅθεν καὶ κράτωρ ποιητικὸν, αὐτοκράτωρ κοινόν. Gr. κρατῶ τὸ δύναμαι ποιητικὸν, αἰτιατικῇ, καὶ κρατῶ τὸ κατέχω κοινόν· κρατῶ τὸ ἐξουσιάζω γενικῇ, κρατεῖ γαστρός. Gr. κρατεῖν, ἐξουσιάζειν. Fl. 17.