Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 285
Not analysed yet
286. —290. ἀλλ᾿ ὦ φίλον γένειον: ἁπτομένη τοῦ γενείου τοῦτό φησιν. ἀπὸ μέρους τὸ πᾶν· γένειον αἱ κατὰ τὰς σιαγόνας τρίχες, γένυς δὲ ἡ σιαγών. Gu. l. ἀλλ᾿, ὦ Ὀδυσσεῦ, οἴκτειρον καὶ ἐλέησον, ἀπελθὸν δ᾿ εἰς τὸν στρατὸν τῶν Ἑλλήνων παραίνεσον καὶ εἰπὲ ὅτι μέμψις καὶ δυσφημία ἐστὶν, ἀποκτείνειν καὶ φονεύειν τὰς γυναῖκας, ἃς κατ᾿ ἀρχὰς οὐκ ἐφονεύσατε, ἀφελκύσαντες ἀπὸ τῶν βωμῶν, ἀλλ᾿ ἠλεήσατε. I.