Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 291
Not analysed yet
291. —295. νόμος δ᾿ ἐν ὑμῖν: νόμος δ᾿ ἐν ὑμῖν μήτε δοῦλον μήτε ἐλεύθερον φονεύεσθαι, παῤ ὅσον καὶ οἰκέτην κτείνας ἐνέχεται τῷ ἄγει τοῦ ἀνδροφόνου. Ἄλλως. ἐν ὑμῖν τοῖς Ἕλλησι νόμος κεῖται σωζόμενος τὸ ἴσον κρίνειν τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις περὶ θανάτου, οἷον, ὥσπερ ἐλεύθερόν τις ἀνελὼν τιμωρίαν δίδωσιν ὑπὲρ τοῦ φόνου, τὸν αὐτὸν τρόπον καὶ ὁ δοῦλος φονεύων ὑποχείριος ἐστι τῷ ἐγκλήματι τοῦ θανάτου. A. M. νόμος δ᾿ ἐν ὑμῖν τοῖς Ἕλλησι κεῖται περὶ φόνου, ὅμοιος τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις. ἡ δὲ σὴ ἀξία, καὶ ἐὰν κακῶς λέγῃ, καταπείσει· λόγος γὰρ ὁ ἐξιὼν ἐκ τῶν ἀδοξούντων καὶ ἀτίμων καὶ ἐκ τῶν δοκούντων, ἤτοι ἐξ ἐνδόξων καὶ ἐντίμων, οὐ τὴν αὐτὴν ἔχει δύναμιν. I. νόμος: νόμος δὲ κεῖται ἐν ὑμῖν τοῖς Ἕλλησι περὶ φόνου ἴσος τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις, ἤγουν ἐν ἴσῳ κακῷ τάττων τὸν τοῦ δούλου φόνον, ὃν αὐτὸς δηλονότι ὑπό τινος φονευθήσεται, καὶ τὸν τοῦ ἐλευθέρου. Gu. I. ἤγουν τοῦτο τὸ τοὺς τοῖς βωμοῖς καταφυγόντας μὴ κτείνειν νόμιμον ἡγούμεθα ἐπίσης καὶ δοῦλοι καὶ ἐλεύθεροι. Gu. I. ἴσος: τάχα. Fl. 17. σημαίνει τὸ ἴσος ὅτι ὁ μὲν Ὅμηρος περισπᾷ αὐτὸ καὶ μακρὸν δέχεται, οὗτος δὲ ὀξύνει καὶ βραχὺ δέχεται. Fl. 59.