Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 301
Not analysed yet
299. πρότασις προσφωνηματικὴ μετ᾿ ἐπιτιμήσεως. Gu. Ἑκάβη, διδάσκου: ὦ Ἑκάβη, διδάσκου, ἤτοι μάνθανε, μηδὲ τῷ θυμουμένῳ, μέρει τῆς ψυχῆς δηλονότι, ποιοῦ δυσμενῆ καὶ ἐχθρὸν ἐν τῇ φρενὶ καὶ τῷ λογισμῷ. I. διδάσκου: μάνθανε παῤ ἐμοῦ. Fl. 21. ὑπ᾿ ἐμοῦ, ὃ ἀγνοεῖς. Gr. γνῶσιν λάμβανε οἴκοθεν, μάνθανε, σωφρόνει. Gu. μηδὲ τῷ θυμουμένῳ: τῷ θυμώδει μέρει τῆς ψυχῆς. λέγει δὲ τῷ θυμουμένῳ μέρει τῆς ψυχῆς, τουτέστι τῷ θυμοειδεῖ. M. μηδὲ ἐν τῇ ἐνούσῃ σοι ὀργῇ χάριν τοῦ σφαγῆναι τὴν Πολυξένην ὑπολάμβανε ἐχθρόν με ἐν σῇ διανοίᾳ τὸν μὴ ἑλκύσαντα ἐν βίᾳ ἀπὸ τῶν σῶν ἀγκαλῶν τὴν Πολυξένην, ἀλλὰ λέγοντά σοι παραδοῦναι αὐτήν. A. εἰς τρία μεριζομένης τῆς ψυχῆς, εἰς λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικὸν, ὅτε μέν ἐστι τὸ λογικὸν καθαρὸν, διακρίνει καὶ λογίζεται τὰ προσήκοντα καὶ καλῶς ἔχοντα, σκοτίζεται δὲ ὑπὸ τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ καὶ ὑπὸ ἄλλου τινὸς συναντήματος, κἀντεῦθεν οὐ συγχωρεῖται λογίζεσθαι τὰ δέοντα. l. οἱ μὲν τῷ θυμουμένῳ τῷ θυμικῷ φασι τῆς ψυχῆς μέρει. τρία δὲ μέρη τῆς ψυχῆς, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. καὶ τὸ μὲν θυμικὸν ἔγκειται παρὰ τὴν καρδίαν, τὸ ἐπιθυμητικὸν δὲ παρὰ τὸ ἧπαρ, τὸ δὲ λογικὸν παρὰ τὸν ἐγκέφαλον, ὃ καὶ λόγον αὐτοκράτορος ἐπέχει πρὸς ἐκεῖνα, τὰς ἀτάκτους ὁρμὰς αὐτῶν καταστέλλον καὶ οὐκ ἐῶν ἀλόγως φέρεσθαι. ἐγὼ δὲ ἐνταῦθα θυμουμένῳ λέγω τῷ θυμῷ· ὥσπερ γὰρ φαμὲν βουλόμενον οὐ μόνον τὸ θέλον τι, ἀλλὰ καὶ τὴν βούλησιν αὐτὴν, καὶ μεμνημένον οὐ μόνον τὸ μνείαν ἔχον τινὸς, ἀλλὰ καὶ τὴν μνήμην αὐτὴν, καὶ ὑπήκοον οὐ μόνον τὸ ὑπακοῦόν τινος, ἀλλὰ καὶ τὴν ὑπάκουσιν αὐτὴν, οὕτω καὶ θυμούμενον οὐ μόνον τὸ θυμῷ κατεχόμενον, ἀλλὰ καὶ ὁ θυμὸς αὐτός. I. Gu. ὑπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς μέρους ἤγουν ἐν τῷ θυμῷ. Gu. θυμουμένῳ: ὑπὸ τοῦ μέρους τοῦ θυμικοῦ. Fl. 6. 9. 17. 21. 56. 59. 76. τῷ θυμώδει μέρει τῆς ψυχῆς, ἤτοι τῷ θυμοειδεῖ Fl. 10.