Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 303
Not analysed yet
301. —305. συγγνώμην ἑαυτῷ κατασκευάζει ἐν τούτοις πιθανῶς ἐκφεύγων τὴν ἀξίωσιν τῆς Ἑκάβης μετατιθέμενος τὴν αἰτίαν. Gr. ἐγὼ τὸ μὲν σόν: οἱ μὲν τῆς Ἑκάβης λόγοι παρασκευῇ ἐοίκασιν, οἱ δὲ τοῦ Ὀδυσσέως ἀνασκευῇ. ἐγὼ τὸ μὲν σὸν σῶμα, ὑφ᾿ οὗπερ εὖ ἔπραττον, ἕτοιμός εἰμι καὶ πρόθυμος ῥύεσθαι· ἃ δ᾿ εἶπον ἐνώπιον πάντων οὐκ ἀρνήσομαι, λέγω, πορθηθείσης τῆς Τροίας, δοῦναι θῦμα τὴν σὴν παῖδα τῷ Αχιλλεῖ, αἰτοῦντι αὐτὴν δηλονότι. I.