Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 309
Not analysed yet
306. —312. ἐν τῷδε γάρ: ταῦτα εἶπον· εἰ γάρ τις ἀριστεύσας μηδὲν πλέον τῶν δειλῶν ἀπενέγκηται, οἱ λοιποὶ ἀριστεῖς κινδύνου καταλαμβάνοντος τὴν πόλιν οὐκ ἂν ἕλοιντο ὑπερμαχεῖν τῆς πατρίδος ὁρῶντες τοὺς προαριστεύαντας μηδενὸς γέρως τετυχηκότας. καὶ οὕτω συμβαίνει τὰς πόλεις κάμνειν μὴ ἐχούσας τοὺς προκινδυνεύοντας. τούτῳ γὰρ, φησὶ, τουτέστι τῷ Ἀχιλλεῖ, ἐξαιτησαμένῳ τὴν σὴν θυγατέρα σφάγιον συνεβούλευσα τοῖς Ἕλλησιν ἐπιδοῦναι. A. M. διὰ τοῦτο γὰρ δυσπραγοῦσιν αἱ πλείους πόλεις, ὅταν τις ἀγαθὸς καὶ ἀνδρεῖος ἀνὴρ ἀπολαύῃ περισσότερον μηδὲν τῶν φαύλων τε καὶ δειλῶν. ἐν ἡμῖν δὲ ὁ Ἀχιλλεὺς ἄξιός ἐστι τιμῆς καὶ δόξης, ὦ γύναι, θανὼν ὑπὲρ τῆς Ἑλλάδος ἐνδοξότατα· ἐπεὶ ἄσχημον καὶ ἀπρεπές ἐστιν, εἰ ζῶντι μὲν ἐκείνῳ ἐχρώμεθα φίλῳ, ἀφ᾿ οὗ δ᾿ ἐφθάρη, μηκέτι χρώμεθα, φίλῳ δηλονότι. I. ἐν τῷδε γὰρ κάμνουσιν: ἐν τῷδε γὰρ δυστυχοῦσι καὶ ἀφανίζονται αἱ πολλαὶ πόλεις, τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας. A. ἐν τῷδε: τῷ πράγματι. Fl. 56. ἐν τούτῳ γὰρ πάσχουσιν ἐμφανίζονται αἱ πλεῖσται πόλεις. Fl. 33. διὰ τόδε. Gr. διὰ τοῦτο. τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας. Gu. ἡ ἐν ἐνίοτε δηλοῖ τὴν εἴς τι πρᾶγμα κατάληξιν, οἷον ἦλθεν ἐν τῇ ἐκκλησίᾳ, ἄλλοτε αἰτίαν ὡς ἐνταῦθα. οὕτω καὶ ἡ εἰς, ἦλθεν εἰς τὴν ἐκκλησίαν καὶ ἦλθεν εἰς τὸ δημηγορῆσαι. Gr. ἐν τῷδε γὰρ κάμνουσιν: δια τοῦτο δυστυχοῦσιν. M. δυστυχοῦσι. Fl. 17. 21. 59. Gr. αἱ πολλαί: αἱ πλείονες. Fl. 21. Gr.