Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 316
Not analysed yet
313. εἶεν: ἔστω ταῦτα. I. εἶεν ἀντὶ τοῦ, ταῦτα μὲν οὕτωο ἐχέτωσαν, ἔστω ταῦτα. Fl. 59. ἀντὶ τοῦ, ἔστω ταῦτα, ἃ εἴπομεν δηλονότι. Fl. 21. ἔσται. Fl. 33. ταῦτα οὕτως ἔχει, τὰ δὲ ἑξῆς οὕτως. Gr. ἔστω ταῦτα. Gu. ἤγουν ταῦτα οὕτως ἔχουσιν. ἔστι δὲ τὸ εἶεν τῆς πρώτης ἐννοίας ἀποθετικὸν, ἀρκτικὸν δὲ τῆς μετὰ ταῦτα. ἔστι δὲ ἀπόθεσις τὸ σχῆμα Ἀττικὴ καὶ ῥητορική. Gu. τοῦτο λέγεται κατὰ ῥήτορας ἀπόθεσις τῶν λεχθέντων καὶ ἔναρξις τῶν λεχθησομένων. Gr. τὸ εἶεν ποτὲ μέν ἐστιν ἐπίρρημα ἀποθετικὸν καὶ προκαταστατικὸν τῶν τε εἰρημένων καὶ ῥηθησομένων ὡς ἐνταῦθα, καὶ παρὰ Σοφοκλεῖ “εἶεν· τί δή σοι παῖς ὁ τοῦ Λαερτίου,” ποτὲ δέ ἐστι ῥῆμα ὡς τὸ “τίνες ἂν εἶεν.” B. τί δῆτ᾿ ἐρεῖ τις: κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν, τί ἐρεῖ τις, ἐὰν πάλιν γένηται σύναγμα στρατοῦ καὶ ἀνάγκη τῶν πολεμίων; πότερον μαχεσόμεθα, ἢ φιλοζωήσομεν καὶ δειλιάσομεν, τὸν ἀποθανόντα βλέποντες οὐ δοξαζόμενον: ἀλλὰ καὶ ἐμοὶ, ἐν ὅσῳ μὲν ζῶ, κατὰ τὸν καιρὸν τῆς ζωῆς μου, πάντα ἱκανὰ καὶ ἀρκοῦντα μέλλουσιν εἶναι, κἂν μικρὰ ταῦτα ὦσι· τὸν ἐμὸν δὲ τάφον βουλοίμην ἂν ὁρᾶσθαι τιμώμενον· ἐπὶ πολὺ γὰρ ἡ χάρις, ἤγουν ἡ τιμὴ, διὰ μακροῦ γινεται καὶ πολυχρονία, ταῖς διαδοχαῖς αὐξανομένη· ὁ γὰρ ὁρῶν τοῦτον τιμῆς ἀξιούμενον πρὸς τὸν ἐγκείμενον ἀνάγει τὸν νοῦν, ἡγούμενος αὐτὸν μηδ᾿ ἂν μετὰ θάνατον οὕτως τιμᾶσθαι, εἰ μὴ πολλοῦ τινος ἄξιος ἦν περιών. I. τί δῆτ᾿ ἐρεῖ τις: τί δῆτα εἴποι τις, ἐὰν πάλιν ἄθροισις φανῇ στρατοῦ καὶ μάχη; πολεμήσομεν, ἢ φιλοψυχήσομεν ὁρῶντες μὴ τιμωμένους τοὺς θανόντας ὑπὲρ τῆς πόλεως; δῆλον ὡς φιλοψυχήσομεν. A. ἐρεῖ: λέξει ὁ ἄνθρωπος ἐκεῖνος. Fl. 59. καὶ τί λοιπὸν εἴποι. Fl. 56. λέξει. Fl. 6. τί δὲ ἐρεῖ τις ἀνθρώπων. Fl. 21. αὖ φανῇ: τὶς πάλιν φανερωθῇ. Fl. 33.