Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 327
Not analysed yet
323. γραῖαι: ἀπὸ τοῦ ῥῶ, τὸ φθείρω, ῥέα καὶ γραῖα ἡ διεφθαρμένη ὑπὸ μακρῶν χρόνων. τὸ γὰρ ῥῶ πέντε σημαίνει. ῥῶ τὸ λέγω, ἐξ οὗ καὶ ῥῆμα καὶ ῥήτωρ· ῥῶ τὸ ὑγιαίνω, ἐξ οὗ καὶ ῥῶσις, ἡ ὑγίεια· ῥῶ τὸ πράττω, ἐξ οὗ καὶ ῥέζειν τὸ πράττειν· καὶ ῥῶ τὸ χέω, καὶ ῥέω, ἐξ οὗ ῥέεθρον καὶ ῥεῖθρον, καὶ ἐπὶ τοῦ ἄλλως σημαινομένου. Fl. 6. ἥδε: καί. Fl. 56. 76. Gu. ἀλλά. Fl. 10. πρεσβῦται: τὸ χ πρὸς τὴν συγκοπήν· πρεσβύτεραι γὰρ ἔδει εἰπεῖν, σοῦ οὐδὲν ἧσσον ἄθλιαι. M. πρεσβῦται: ἀντὶ τοῦ πρεσβύτεραι. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. τὸ πρεσβύται οὐχ, ὡς δοκοῦσι τινὲς, συγκριτικὸν ὂν πρεσβύτεραι κατὰ συγκοπὴν πρεσβύται γέγονεν, ἐθέλοντες συντάξαι τὸ σέθεν, ἀλλὰ τὸ πρεσβύται ἀντὶ τοῦ γέροντές ἐστι διὰ μέσου, τὸ δὲ σέθεν πρὸς τὸ ὄπισθεν ἧσσον συντάσσεται, ἵν᾿ οὕτως ᾖ· εἰσὶ παρ᾿ ἡμῖν γραῖαι γυναῖκες ἄθλιαι οὐδὲν ἧττον σέθεν καὶ σοῦ καὶ γέροντες, καὶ τὰ ἑξῆς. Gu. I.