Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 33
Not analysed yet
29. διαύλοις κυμάτων: δίαυλα λέγονται κύματα ἐξερχόμενα καὶ πάλιν εἰσερχόμενα. διαύλοις οὖν ταῖς παλιρροίαις τῶν κυμάτων. δίαυλοι δὲ τὰ ἔνθεν καὶ ἐκεῖθεν τοῦ ἱππικοῦ. ἀπὸ μεταφορᾶς οὖν εἴρηται, πρὸς ὃ καὶ τὸ χ πρὸς τὴν διαφοράν. κυρίως γὰρ δίαυλον δρόμον ἀπελθεῖν καὶ ἐλθεῖν. οἷον παλινδρομίαις πολλαῖς ἐν τῇ θαλάττῃ κεχρημένος, τουτέστιν ἐνταῦθα κἀκεῖσε ὑπὸ τῶν κυμάτων φορούμενος καὶ πολλοὺς σταδίους τῇ βίᾳ τῶν κυμάτων ἀνύσας. A. M. πολλοῖς διαύλοις κυμάτων: παλιρροίαις καὶ στροφαῖς, ἤγουν δρόμοις. ὥσπερ ἑρμηνεία ἐστὶ πρὸς τὸ πόντου σάλῳ. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ τῆς θαλάττης ταραχὴ ἀλλ᾿ ἢ συνεχεῖς κυμάτων στροφαί. B. I. δίαυλα λέγονται τὰ κύματα τὰ εἰσερχόμενα καὶ ἐξερχόμενα. διαύλους τὰς παλιρροίας τῶν κυμάτων. κυρίως δὲ διαύλους, ὅσον οἱ δρομεῖς διέρχονται ἐν τῷ ἀπελθεῖν καὶ ἐλθεῖν, ὅθεν καὶ δίαυλοι τὰ ἔνθεν καὶ ἔνθεν τοῦ ἱππικοῦ. Fl. 25. 6. φορούμενος: ἀπὸ μεταφορᾶς τῶν κυμάτων, ὁ πολλοὺς σταδίους τῶν κυμάτων τῇ βίᾳ ἀνύσας. δίαυλος ἐπὶ ξηρᾶς, κέλευθος ἐπὶ θαλάσσης. κυρίως δὲ λέγεται ὁ στενομήκης τόπος τοῦ ἱπποδρομίου, ἔνθα τὴν αὐτὴν καὶ ὁμοίαν ὁδὸν ἀνέρχονται καὶ κατέρχονται οἱ κέλητες. οὐκ ἀπεικότως δὲ εἰρήκει διαύλους τὰ κύματα τῆς θαλάσσης. Fl. 6. 25. ἀγόμενος. Fl. 17. 59. κομιζόμενος. Fl. 21.