Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 332
Not analysed yet
328. —331. οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους ἡγεῖσθε: ὑμεῖς δηλονότι. τὸ μὴ τοὺς φίλους ὡς φίλους τιμᾶν, μηδὲ τοὺς ἐνδόξως ἀνῃρημένους θαυμάζειν, ἵνα ᾖ ἡ μὲν Ἑλλὰς κατὰ τοῦτο εὐτυχὴς, ὑμεῖς δὲ πρὸς ταῦτα τὰ βουλεύματα καὶ τὴν τύχην κτήσησθε, οἷα βούλησθε, τοιαῦτα ἔχητε. A. M. ὑμεῖς δὲ οἱ βάρβαροι μήτε τοὺς φίλους ὑπολαμβάνετε φίλους μήτε τοὺς ἐνδοξως καὶ καλῶς ἀποθανόντας τιμᾶτε. καὶ διὰ τοῦτο ἡ μὲν Ἑλλὰς εὐδαιμονεῖ, (ταῖς γὰρ καλαῖς βουλαῖς ἔργα καλὰ ἕπονται) ὑμεῖς δὲ διάκεισθε κατὰ τὰ βουλεύματα ὑμῶν. I.