Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 337
Not analysed yet
332. αἶ αἶ, τὸ δοῦλον: φεῦ φεῦ, ὡς κακὸν τὸ πεφυκέναι τινὰ δοῦλον· τῇ βίᾳ γὰρ ὁ δοῦλος κρατούμενος τολμᾷ πράττειν ἃ μὴ χρή. πᾶς γὰρ δοῦλος ἀναγκαζόμενος πλεῖστα πράττει ἄδικα. A. τὸ δοῦλον ὡς κακόν: ὅμοιον τῷ παρὰ Σοφοκλεῖ “κρείσσων γὰρ ἦσθα μηκέτ᾿ ὢν ἢ ζῶν τυφλός.” ὥσπερ γὰρ ἐκεῖ, ὀφείλων θεῖναι τὸ κρεῖττον ἐπὶ τοῦ ῥήματος, ἵν᾿ ᾖ, κρεῖττον ἦν μηκέτ᾿ εἶναι σὲ ἢ ζῆν τυφλὸν, ὁ δὲ τίθησιν ἐπὶ τοῦ ὀνόματος, οὕτω κἀνταῦθα, ὀφείλων τάξαι τὸ πάνυ κακὸν ἐπὶ τοῦ πεφυκέναι, ὁ δὲ τίθησιν ἐπὶ τοῦ ὀνόματος, καὶ φησὶ τὸ δοῦλον πάνυ κακὸν, εἶτα ἐπάγει πεφυκέναι, ἤγουν ὥστε εἰς ὕπαρξιν ἐλθεῖν· δι᾿ οὗ ὥσπερ ἐπανορθοῖ τὸν λόγον, ἵνα δείξῃ τὸ ὑπὸ δουλείας κακὸν εἰς ὕπαρξιν ἐλθεῖν, οὐ μέντοι γε κακὸν κατὰ τὴν ἑαυτοῦ φύσιν. Gr. I. γράφεται καὶ πέφυκ᾿ ἀεὶ, τὸ δοῦλον λίαν πέφυκε κακὸν ἀεί. Ἄλλως. τὸ γενέσθαι τινὰ δοῦλον λίαν κακόν ἐστιν· ὑπομένει γὰρ ἃ μὴ πρέπει, ὁ ἄνθρωπος ἐκεῖνος ὑπὸ τῆς ἀνάγκης νικώμενος. I. πεφυκέναι: τὸ “πέφυκ᾿ ἀεί” ἔν τινι λίαν παλαιῷ τῶν ἀντιγράφων εὕρηται, ὃ καὶ μάλιστα κρεῖττον εἶναί μοι δοκεῖ τοῦ τε “πεφυκέναι” καὶ τοῦ “πέφυκεν ἀεί” καὶ ἔτι τοῦ “πέφυκέ τι,” ὃ πλανώμενοί τινες ἔθεντο. Bar. 74. ὥστε εἰς ὕπαρξιν ἐλθεῖν. γρ. πέφυκ᾿ ἀεί. Gr. Fl. 6. 9. 21. 56. 59. 76. οὐαὶ οὐαὶ τῆς δουλοσύνης, ὅτι κακὸν ὑπάρχει. Fl. 33. πεφυκέναι: εὕρηται καὶ πέφυκ᾿ ἀεί. καὶ ἔστι καὶ τοῦτο χρήσιμον, ὥσπερ καὶ τὸ πέφυκέ τι. εὕρηται γὰρ καὶ τοῦτο. Gu.