Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 339
Not analysed yet
334. —341. ὦ θύγατερ: ὦ τέκνον. M. οἱ ἐμοὶ μὲν λόγοι οἱ περὶ τοῦ σοῦ φόνου φροῦδοι καὶ ἀφανεῖς εἰσι, ῥιφθέντες πρὸς τὸν ἀέρα· σὺ δὲ εἰ ἔχεις δύναμιν μείζονά τι καὶ κατά τι, παρὸ ἡ μήτηρ, σπούδαζε ὡς στόμα ἀηδόνος ἀφιεῖσα πάσας φθογγὰς, ὥστε μὴ στερηθῆναι τῆς ζωῆς. πῖπτε δὲ ἐλεεινῶς πρὸς τὸ γόνυ τοῦδε τοῦ Ὀδυσσέως, καὶ πεῖθε, ἤτοι πειρῶ πείθειν· ἔχεις δὲ πρόφασιν καὶ ἀφορμήν· ἔστι γὰρ καὶ τῷδε τέκνα, ὥστε οἰκτεῖραι καὶ ἐλεῆσαι τὴν σὴν τύχην καὶ δυστυχίαν. I. οὑμοί: οἱ ἐμοί· ἔκλειψις καὶ κρᾶσις. Fl. 59. ὦ τέκνον, οἱ ἐμοὶ μὲν λόγοι πρὸς αἰθέρα ἠφανίσθησαν καὶ εἰς μάτην περὶ τοῦ σοῦ φόνου. Fl. 33. τὸ πρὸς αἰθέρα πρὸς τὸ μάτην ῥιφέντες σύναπτε. Gu. ἀντὶ τοῦ πρὸς ἀέρα. M.