Ancient Greek · ~10 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 36
Not analysed yet
32. τριταῖον: ἀφ᾿ οὗ τέθνηκε τριταῖός φησιν εἶναι. τοσοῦτον δὲ χρόνον καὶ ἡ Ἑκάβη παραβαλοῦσα ἦν ἐν Χερρονήσῳ. ἤδη τρίτην ἡμέραν ἔχων καὶ φερόμενος ἐν τῇ θαλάσσῃ· μαθὼν γὰρ ὁ Πολυμήστωρ ἐκεῖσε τοὺς Ἕλληνας ἐλθόντας, φοβούμενος μὴ ἀπαιτηθῇ τὰ χρήματα, ἔσφαξε τὸν Πολύθωρον καὶ ἔρριψεν εἰς τὴν θάλασσαν· τρίτην γὰρ εἶχον ἡμέραν οἱ Ἕλληνες ἐκεῖσε. Ἄλλως. ἐπειδὴ τρεῖς ἡμέρας εἶχον οἱ Ἕλληνες ἐν τῇ Χερρονήσῳ, τοσαύτας ὅσας εἶχεν ἀπὸ σφαγῆς ὁ Πολύδωρος. A. M. τριταῖον: τὰ τρία καὶ τέτταρα καὶ ἑξῆς ὀνόματα ἀριθμοῦ δηλωτικὰ, τὸ τρίτον δὲ καὶ τέταρτον καὶ ἑξῆς ὀνόματα τάξεως δηλωτικά· ἔστι γὰρ τρίτον μὲν τὸ ἔχον ὄπισθεν ἑαυτοῦ πρῶτον καὶ δεύτερον, τέταρτον δὲ τὸ ἔχον ὄπισθεν πρῶτον καὶ δεύτερον καὶ τρίτον. εἰσὶ δὲ ταῦτα τριγενῆ, ἀπὸ τῶν θηλυκῶν τούτων, τριταῖος καὶ τεταρταῖος παράγωγα, ὡς Ἀθηναῖος, Μυκηναῖος, ἢ τοιοῦτόν τι. ἔστιν οὖν ἄλλο τρίτον καὶ ἄλλο τριταῖον, ὥσπερ ἄλλο Ἀθῆναι καὶ ἄλλο Ἀθηναῖος· ἐνταῦθα δὲ τὸ τριταῖον ἀντὶ τοῦ τρίτον λέγεται. λαμβάνεται δὲ τὸ τρίτον, τὸ τέταρτον καὶ τὰ τῆς ἀκολουθίας ταύτης καὶ ἐπὶ μορίων, ἃ ἁρμοδιώτερον λέγεται ἔχοντα ἐν συνθέσει τὸ μόριον, οἷον τριτημόριον, τεταρτημόριον καὶ ἑξῆς. ἔχουσι δὲ ἐρωτηματικὰ τὸ πόσα, τὸ πόστον, τὸ ποσταῖον καὶ τὸ ποστημόριον. καὶ πρὸς μὲν τὸ πόσα ἀπαντᾷ τὸ τρία τυχὸν, ἢ τέσσαρα· πρὸς δὲ τὸ πόστον τὸ τρίτον ἢ τέταρτον ἐπὶ τάξεως· πρὸς δὲ τὸ ποσταῖον τὸ τριταῖον ἢ τεταρταῖον· οἷον πρὸς τὸ “ποσταῖος ἀπ᾿ οὐρανοῦ πάρει:” ἀπαντήσει τὸ τριταῖος τυχὸν ἢ τεταρταῖος, ἢ τρίτην ἡμέραν ἔχω ἀφ᾿ οὗ πάρειμι, ἢ τετάρτην· πρὸς δὲ τὸ ποστημόριον τὸ δυοστὸν, τὸ τρίτον, τὸ τέταρτον ἐπὶ μορίων, ἢ τὸ δυοστὸν, τὸ τριτημόριον, τὸ τεταρτημόριον, ζητεῖ δὲ τὸ μὲν πόσα διωρισμένον ποσὸν, τὸ δὲ πόστον τάξιν, τὸ δὲ ποσταῖον συμβαῖνόν τι ἐν τάξει, τὸ δὲ ποστημόριον μέρος. ἐπεὶ δὲ τὸ ποσὸν διαιρεῖται, καὶ τὸ μὲν αὐτοῦ ἐστι συνεχὲς, τὸ δὲ διωρισμένον, εὗρεν ἡ φύσις καὶ ἐπὶ τοῦ συνεχοῦς ἕτερον ἐρωτηματικὸν, τὸ πηλίκον. ὥστε πρὸς μὲν τὸ πόσα ἀπαντᾷ διωρισμένον ποσὸν, πρὸς δὲ τὸ πηλίκον συνεχές. Gu. I. ἤγουν τρίτον. Fl. 17. 34. 56. 59. 76. Gr. ἤγουν τρεῖς ἡμέρας, τῇ τρίτῃ ἡμέρᾳ ὑψούμενος καὶ φερόμενος ἢ φανταζόμενος. Fl. 21. ἤδη: ἄρτι. Fl. 56. φέγγος: ἤγουν ἡμέραν. αἰωρούμενος: φανταζόμενος. A. M. κρεμάμενος, ἢ ὅπερ καὶ κρεῖττον, ὑπὲρ τῆς μητρὸς αἰωρούμενος. A. κρεμάμενος. Gr. ἐν ἀέρι φερόμενος. Fl. 2. 6. τρία γὰρ νυχθήμερα τανῦν ἔχω ταλαιπωρούμενος. Fl. 33.