Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 361
Not analysed yet
356. πλὴν τὸ κατθανεῖν: τὸ ἀποθανεῖν. M. μὴ λάβῃς κατά ἔξωθεν εἰς τὸ πλὴν τὸ κατθανεῖν, ἀλλ᾿ ὥσπερ φαμὲν, ἴσος ἔστιν οὗτος ἐκείνῳ τὴν σύνεσιν, καὶ οὐ λαμβάνομεν ἔξωθεν τὸ κατά, καὶ πάλιν ἐρῶ σου ἔρωτα, οὕτω κἀνταῦθα, εἰ καὶ τὸ πλήν ἀντὶ τοῦ χωρίς ποιεῖ τὴν ἀσάφειαν, ἴση ταῖς θεαῖς, πλὴν τὸ κατθανεῖν μόνον, ἀντὶ τοῦ χωρὶς τοῦ κατθανεῖν ὑπάρχω ἐκείναις ἴση. ἄλλοι δὲ μὴ λαμβάνοντες κατά γράφουσι τοῦ πρὸς τὸ πλὴν, ἀγνοοῦντες καὶ οὗτοι τὴν σύνταξιν. καὶ μὴν ἑτέρους ψυχρολόγους ἔστιν ἰδεῖν τὸ πλήν ἀντὶ τοῦ εἰ μή λέγοντας, ἴση ταῖς θεαῖς, εἰ μὴ τὸ κατθανεῖν μόνον ὑπῆρχεν αὐτῇ. Gu. I. πλήν: χωρίς. Fl. 59. Gu. κατθανεῖν: τοῦ θανάτου δηλονότι. Fl. 17. ἐγὼ γὰρ ἦν θνητὴ, οἱ δὲ θεοὶ οὔ. Fl. 21. οὐκ ἰσόθεος ἦν. οὐκ ἀποδίδοται δὲ τοῦτο πρὸς τὸ πλήν, ἀλλὰ πρὸς τὸ ἴσος. Gu. καὶ Σοφοκλῆς ἐν Φιλοκτήτου δράματι “οἰκουμένη γὰρ στέγη πυρὸς μέτα πάντ᾿ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.” Gu. τὸ πλήν μετὰ πασῶν τῶν πτώσεων συντάσσεται πλὴν τῆς κλητικῆς. Gu.