Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 372
Not analysed yet
367. οὐ δῆτ᾿ ἀφίημι: τὸ οὐ δῆτα ἀντὶ τοῦ οὐ θέλω ζῆν καὶ πάσχειν τοιαῦτα. ἐλεύθερον δὲ ἀφίημι τὸ φῶς τοῦτο τῶν ἐμῶν ὀμμάτων. οὐ γὰρ ἔστιν ὑπηρετήσει καὶ δουλεύσει τοῖς ἐμοῖς ὀφθαλμοῖς ἐπὶ τὸ ὁρᾶν καταφωτίζον αὐτοὺς. ἐπεὶ προστίθημι τῷ Ἅιδῃ τὸ ἐμὸν δέμας. A. οὐ δῆτ᾿: οὐ ταῦτα ὑποστήσομαι θελήσασα ζωήν. M. οὐδαμῶς ἀφίημι ἐλεύθερον φῶς ἐκ τῶν ὀμμάτων. Fl. 33. οὐκ ἀνοίγω τοὺς ὀφθαλμούς μου ἐλευθέρως. Fl. 17. ταῦτα ὑποστήσομαι. Fl. 10. οὐκ ἀφίημι, διότι καὶ οἱ ὀφθαλμοὶ ἡμῶν ἀκτῖνας ἐκπέμπουσιν, αἳ προσομιλοῦσι ταῖς ἡλιακαῖς ἀκτῖσιν· οὐκ ἄλλως γὰρ ὁρῶμεν ἀλλ᾿ ἢ ἐκ τῆς πρὸς ἄλληλα σχέσεως· θατέρου γὰρ ἐπιλάμψαντος, κἂν τὸ ἓν ἐπικρατεῖ, σκότος ἡμῖν τὰ πάντα λελόγισται. Fl. 17. οὐκ ἀνέξομαι ζῆν ἐν τούτοις, οὐ προτιμήσω ταῦτα τοῦ θανάτου. Gr. ἔσται τοῦτο. Gu. ἀφίημι: καταλιμπάνω. Gu. ἐλεύθερον: ἤτοι ἐλεύθερον δουλείας. τουτέστιν ἐλευθέρα θέλω ἀποθανεῖν. Gu. ἀφίημι τόδε τὸ φέγγος τῶν ὀμμάτων ἐλεύθερον, προστιθεῖσα τὸ ἐμὸν δέμας τῷ Ἅιδῃ, ἀντὶ τοῦ τῷ θανάτῳ. Gr.