Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 375
Not analysed yet
370. τοῦ: τινὸς, θηλυκόν. Fl. 10. δόξης: ὑπονοίας. M. Fl. 17. 21. 59. βοηθείας. Fl. 6. τινὸς ὑπολήψεως. Gr. ἔδει εἰπεῖν τῆς πρὸς τὸ δόξης, νῦν δὲ ἀντὶ τοῦ τῆς τοῦ Ἀττικῶς λέγει· οὗτοι γὰρ τοῖς θηλυκοῖς ὀνόμασιν ἔσθ᾿ ὅτε ἄρθρα ἀρσενικὰ προσάπτουσιν, ὡς ἔχει τὸ τοῦ Σοφοκλέους “οὔτε του σάλπιγγος” καὶ τὼ χεῖρε παρὰ πᾶσι καὶ τοῖν πόλεοιν παῤ Ἰσοκράτει καὶ Θουκυδίδῃ. B. Gu. ἡ δόξα καὶ ἐγγὺς ἐλπίδος ἐστὶν, ἀλλ᾿ οὐκ ἔχει τὸ πλέον, καὶ ὥσπερ προηγούμενόν ἐστι τῆς ἐλπίδος· ἔστι γάρ τι, ἀφ᾿ οὗ τις δοξάζων περὶ αὐτοῦ τὰ βελτίω εἶτα ἐλπίζει. Gu.