Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 377
Not analysed yet
372. —378. μῆτερ: ὦ μῆτερ, σὺ δὲ μηδαμῶς γένῃ ἐμπόδιον ἐμοὶ, μηδὲ λέγουσα, μηδὲ δρῶσα, σὺν ἐμοὶ δὲ βούλου θανεῖν ἐμὲ πρὸ τοῦ τυχεῖν αἰσχρῶν παῤ ἀξίαν· ὅστις γὰρ οὐ συνήθειαν ἔχει πεῖραν λαμβάνειν τῶν δυστυχιῶν, φέρει μὲν τιθεὶς ἐν τῷ ζυγῷ τὸν αὐχένα, ἤγουν ἐν τῇ ἀνάγκῃ τῆς δυστυχίας, ἄχθεται δὲ, ὥσπερ δηλονότι βοῦς ἀγύμναστος ὑπὸ ζυγὸν τιθεμένη. θανὼν δὲ εἴη ἂν μᾶλλον εὐτυχέστερος ἢ ζῶν· τὸ γὰρ μὴ καλῶς ζῆν, μεγάλη ὀδύνη. Gr. I. ἐμποδών: μηδὲν ἡμῖν ἐμποδὼν γένῃ, ὦ μῆτερ, μήτε λέγουσα μήτε πράττουσα. M. μήτε λέγουσα μήτε ἀνύουσα. A. εἰς ἐμπόδισμα, ἐπιρρηματικῶς. Fl. 21. σὺ δὲ, μῆτερ, μηδαμῶς ἔμπροσθεν ἡμῖν γενοῦ, ἢ ἐμπόδιος ἡμῖν. Fl. 33.