Ancient Greek · ~10 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 384
Not analysed yet
379. δεινὸς χαρακτήρ: δυσχερές ἐστι, φησὶ, τὸ ἐξ ἀγαθῶν ἀγαθὸν γενόμενον τὸν χαρακτῆρα καὶ τὸ φρόνημα τῆς εὐγενείας ἀπορρῖψαι καὶ ἀφανίσαι. Ἄλλως. ἱκανός ἐστι χαρακτὴρ καὶ φανερὸς ἐπ᾿ ἀνθρώποις τὸ ἀγαθὸν γενέσθαι. ἱκανὴ, φησὶ, καὶ ἔνδοξος φρόνησις ἐν τοῖς ἀνθρώποις τὸ ἐξ ἀγαθῶν ἀγαθὸν προελθεῖν, καὶ ἐπὶ πολὺ θαυμαζόμενοι καὶ δοξαζόμενοι γίνονται οἱ παρασκευάζοντες ἑαυτοὺς ἀξίους εἶναι τῆς εὐγενείας. οἷον, τοῖς ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότερον γίνεται. A. M. Ἄλλως εἰς τὸ αὐτό. σαφὴς, φανερὸς καὶ πρόδηλος χαρακτὴρ τὸ ἀπὸ ἀγαθῶν γενέσθαι, οἷον ἀπὸ εὐγενοῦς προελθὼν πᾶσιν εὐδιάγνωστός ἐστι καὶ ἐπὶ πολὺ θαυμάζονται καὶ δοξάζονται οἱ αὑτοὺς ἀξίους τῆς εὐγενείας παρασκευάζοντες, ἤγουν ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότεροι γίνονται, ὥσπερ καὶ ἡ Πολυξένη ἄξια τῆς ἑαυτῆς εὐγενείας πέπραχεν. εἵλετο γὰρ θανεῖν ἢ δούλη ὑπάρχειν. ἡ δὲ σύνταξις οὕτω, δεινὸς χαρακτὴρ καὶ ἐπίσημος ἐν βροτοῖς τὸ ἀπὸ ἐσθλῶν γενέσθαι (λείπει δὲ ἡ ἀπό πρόθεσις) καὶ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τῆς εὐγενείας ἐν τοῖς ἀξίοις αὐτῆς τῆς εὐγενείας. πολλοὶ γὰρ εὐγενεῖς, ἀλλ᾿ οὐκ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τούτων μὴ τὰ τῆς εὐγενείας πραττόντων ἄξια. A. δεινὸς χαρακτήρ: ἐκπλαγεὶς ὁ χορὸς πρὸς τοὺς τῆς Πολυξένης λόγους, ὡς μετὰ φρονήματος εἰρημένους μάλα γενναίου, φησὶ, μεγάλως χαρακτηρίζει καὶ δηλοποιεῖ τὸν εὐγενῆ ἡ εὐγένεια· πρὸς γὰρ τὴν εὐγενῆ αὐτοῦ φύσιν καὶ τοὺς λόγους ποιεῖται· καὶ δῆλος τοῖς οὐκ εἰδόσιν αὐτὸν γίνεται. Ἄλλως. ὅστις ἐστὶν εὐγενὴς καὶ γένους λαμπροῦ χαρακτηρίζει ἑαυτὸν καλοῖς λόγοις καὶ ἤθεσι, καὶ δῆλος τοῖς οὐκ εἰδόσι τὴν ψυχὴν αὐτοῦ ἐντεῦθεν καθίσταται. καὶ τὸ τῆς εὐγενείας ὄνομα μέγιστον τότε γίνεται ὅταν οἱ διαδεξάμενοι τοῦτο ἄξια τούτου δρῶσιν, ὁποῖόν τι καὶ νῦν γέγονεν. B. Gu. I. Ἄλλως. ἐπιτήδειος χαρακτὴρ, ἤτοι σφραγὶς καὶ σημεῖον, καὶ ἐπίσημος, ἤγουν διάδηλος, ἐν βροτοῖς, τὸ γενέσθαι τινὰ δηλονότι ἀπὸ ἐσθλῶν καὶ εὐγενῶν. καὶ ἐπὶ μεῖζον ἔρχεται, ἤτοι αὐξάνει καὶ πλέον γίνεται, τὸ ὄνομα τῆς εὐγενείας τοῖς ἀξίοις, ἢ ὑπὸ τῶν πραττόντων ἀνάξια τῆς εὐγενείας. I. τὸ ἐξ ἀγαθῶν καὶ εὐγενῶν τινὰ γενέσθαι ἱκανόν ἐστιν εἰς γνωριμότητα καὶ χαρακτηρισμὸν ἐν τοῖς ἀνθρώποις· εἰ γάρ τοι καὶ ὁ γεννηθεὶς ἐξ εὐγενῶν μὴ ἔχῃ τινὰ ἀγαθὴν καὶ καλὴν πρᾶξιν, ὅμως ἐκ τῆς τῶν γονέων περιφανείας ἄριστος καὶ αὐτὸς εἶναι ὑπολαμβάνεται· εἰ δὲ καὶ τῆς εὐγενείας ἄξια πράττοι τι, ἐπὶ πλέον τῆς εὐγενείας αὐτῶν αὔξεται καὶ ἐνδοξότερος γίνεται. Fl. 17.