Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 395
Not analysed yet
389. οὐ σ᾿ ὦ γεραιά: οὐ σὲ ἀποθανεῖν, γεραιὰ, ᾐτήσατο τοὺς Ἀχαιοὺς τὸ φάντασμα τοῦ Ἀχιλλέως, ἀλλὰ ταύτην ᾐτήσατο. Gr. I. φησὶν ὁ Ὀδυσσεὺς, οὐδαμῶς σὲ, ὦ γεραιὰ, ᾐτήσατο τὸ τοῦ Ἀχιλλέως φάντασμα, ἀλλὰ ταύτην, ἤτοι τὴν Πολυξένην. ἡ δὲ Ἑκάβη φησὶν, εἰ τὸ φάντασμα ἐκείνην ᾐτήσατο, ἀλλ᾿ ὑμεῖς με συμφονεύσατε τῇ θυγατρί. A. οὐχὶ σὲ τὸ τοῦ Ἀχιλλέως ὅραμα ᾐτήσατο τοὺς Ἕλληνας, ἀλλὰ ταύτην. Fl. 33.