Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 397
Not analysed yet
391—393. ὑμεῖς δέ: ἀλληλογραφία καὶ ἀμοιβαῖα. Gu. ἀλλὰ κἂν ὑμεῖς σὺν τῇ θυγατρί με ἀποκτείνατε, καὶ διπλῆ πόσις αἵματος τῇ τε γῇ γενήσεται καὶ τῷ αἰτοῦντι Ἀχιλλεῖ. I. ὑμεῖς δέ μ᾿ ἀλλά: ὑπέρθεσις ἀλλ᾿ ὑμεῖς. M. οὐκ ἔστι τὸ ἀλλά ἀντὶ τοῦ κἄν, ὡς οἴονταί τινες, ἀλλ᾿ οὕτως ἔχει· εἰποῦσα γὰρ ἡ Ἑκάβη πρὸς Ὀδυσσέα τὸ “ἡμᾶς δ᾿ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως κεντεῖτε,” ἐπεὶ παῤ αὐτοῦ ἤκουσεν ὡς οὐκ αὐτὴν, ἀλλὰ τὴν θυγατέρα Ἀχιλλεὺς ᾐτήσατο, φησὶν, ὑμεῖς δὲ, ἐπεὶ οὐ βούλεσθε ἐμὲ μόνην ἀποκτιννύναι, ἀλλὰ σὺν τῇ θυγατρὶ φονεύσατε. Gu. I. ὑμεῖς δέ: εἰ καὶ τὸ φάντασμα ἐκείνην ᾔτησεν, ἀλλ᾿ ὑμεῖς με σὺν τῇ θυγατρὶ φονεύσατε. M.