Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 402
Not analysed yet
397. πῶς; οὐ γὰρ οἶδα δεσπότας: εἰπούσης τῆς Ἑκάβης ὡς ἀνάγκη συναποθανεῖν τῇ θυγατρί μου, φησὶν ὁ᾿ Ὀδυσσεὺς, πῶς; οὐ γὰρ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. πρῶτός εἰμι ἐν τῷ στρατῷ καὶ ὃ θέλω ποιήσω. οὐ γὰρ ὑπ᾿ ἄλλου προστάσ σομαι, ἵνα εἰπόντος ἐκείνου σφαγήτω καὶ ἡ Ἑκάβη ἀκούσω τούτου. A. πῶς λέγεις συναποθανεῖν; οὐ γὰρ οἶδα ὅτι κέκτημαι δεσπότην σὲ, τοῦτό με ποιῆσαι ἀναγκάσοντα. I. πῶς; ποιήσω τοῦτο δηλονότι; ἤγουν οὐ δύναμαι. καὶ γὰρ ἐγὼ κέκτημαι δεσπότας, ἤγουν κυρίους, τὸν Ἀγαμέμνονα καὶ τὸν Μενέλαον, καὶ οὐκ οἶδα τί βουλήσονται ἐκεῖνοι ἐν τούτῳ. Fl. 21. πῶς: ἔστιν ἀνάγκη. Gu. θέλεις ἀποθανεῖν; οὐ γὰρ ἀναγκάσεις με συναποκτενεῖν σε τῇ σῇ θυγατρί· οὐ γὰρ ἔχω σε κυρίαν καὶ δεσπότριαν, ὡς τὸ προσταχθέν σοι πληρώσω καὶ ὑπακούσομαι. Gu. οὐ γὰρ οἶδα δε σπότας κεκτημένος: τὸ οἶδα κεκτημένος οὐκ ἔστι περίφρασις Ἀττικὴ ἀντὶ τοῦ κέκτημαι, ἀλλὰ οὕτω νόει· οὐ γὰρ οἶδα ὅτι δεσπότας ἔχω. Gu. δεσπότας: ἤγουν αὐθέντας. Fl. 17. κεκτημένος: ἔχων. Fl. 56. οὐ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. M. Fl. 19. ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλοις πρέπει. M.