Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 407
Not analysed yet
402—416. μῆτερ, πιθοῦ μοι: ὦ μῆτερ, πείσθητί μοι, καὶ σὺ, Ὀδυσσεῦ, ἐνδίδου τοῖς γεννήτορσιν ὀργιζομένοις πρεπόντως, σύ τε, ὦ ἀθλία, τοῖς ἄρχουσι μὴ πολέμει. θέλεις πεσεῖν πρὸς τὸ ἔδαφος, τραυματίσαι τὸ σὸν γεροντικὸν σῶμα, βιαίως ἀποπεμπομένη, καὶ ἀτιμασθῆναι, ὑπὸ νεανικοῦ βραχίονος σπαραχθεῖσα καὶ συρεῖσα. μὴ σύ γε πάθῃς ταῦτα· οὐ γὰρ ἄξιον παθεῖν. ἀλλʼ, ὦ προσφιλὴς μῆτερ, δός μοι τὴν γλυκυτάτην σου χεῖρα καὶ τὴν παρειὰν προσερεῖσαι τῇ ἐμῇ παρηΐδι, ὅτι οὐ μετὰ ταῦτα, ἀλλὰ νῦν τελευταῖον θεάσομαι τὸν κύκλον τοῦ ἡλίου. τέλος δὲ δὴ λαμβάνεις τῶν ἐμῶν προσαγορεύσεων καὶ λαλιῶν. ὦ μῆτερ, ὦ τεκοῦσα, ἀπέρχομαι εἰς τὸν Ἅιδην ἀνύμφευτος καὶ ἄμοιρος ὑμεναίων, ὧν ἔπρεπεν ἐμὲ λαχεῖν δηλονότι. ὦ θύγατερ, ἐγὼ δὲ δουλεύσω ἐν τῇ παρούσῃ ζωῇ. I. πιθοῦ: πείσθητι. Gr. Λαερτίου: ἀντὶ τοῦ Λαέρτου. M.