Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 419
Not analysed yet
414. ὦ μῆτερ, ὦ τεκοῦσ, ἄπειμι δὴ κάτω: ταῦτα λεγούσης τῆς Πολυξένης ἀπεκρίθη ἡ Eκάβη, ἡμεῖς ἐν φάει δουλεύσομεν· ἡ δὲ Πολυξένη πρὸς ταῦτα οὐκ ἀπεκρίθη, ἀλλʼ ἔχεται τῶν αὐτῶν λόγων, κἂν ἀμοιβαῖοι φαίνωνται οἱ στίχοι. οὕτως γάρ ἐστιν ἡ ἀκολουθία τούτων, ὦ μῆτερ, ὁ τεκοῦσα, ἄπειμι δὴ κάτω ἄνυμφος, ἀνυμέναιος, ἄνευ τῶν ἐπὶ γάμῳ λεγομένων ὕμνων, ἐκεῖ δʼ ἐν Ἄιδου κείσομαι χωρὺς σέθεν, ἀντὶ τοῦ σοῦ. ἡ μὲν δὴ ἐβόα Ἑκάβη ἐκείνης λαλούσης, ὅπως ἀποκριθῇ καὶ εἴπῃ αὐτῇ τι, καὶ οὐκ ἀντεῖπεν αὐτὴ μέχρι τοῦ στίχου τοῦ λέγοντος “τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν; ʼ᾿ A. ὦ τεκοῦσα: ἤγουν ἡ γεννήσασα. Fl. 17. κάτω, ἐν Ἄιδῃ. Fl. 10. ἄπειμι: πορεύομαι ἐν τῷ θανάτῳ. Fl. 33.