Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 421
Not analysed yet
416. ἄνυμφος: χυρὶς γάμου. Fl. 17. ἄνευ γάμου. Gu. ἕπεται τοῦ λόγου. Fl. 21. ἄπειμι κάτω δηλονότι. M. Fl. 10. ἀνυμέναιος: ἀμελχδητος. Fl. 56. χωρὶς ὕμνων. Fl. 17. ἀπέρχομαι δηλονότι. Gr. ἀνυμέναιος: ἄμοιρος ὑμεναίων. Gr. ὑμένας λέγουσι τὰ περιλαμβάνοντα σπλάγχνον ἤ τι τοιοῦτο λεπτότατον, σπερ δέρμα· ἐπεκράτησε δὲ ἰδίως λέγεσθαι ὑμένα τὸν τῆς παρθενίας, οὗ διαρηγνυμένου τῇ συνουσίᾳ οὐκέτι τό θῆλυ πρὸς παρθενίαν ἐστί. διὸ καὶ λέγεται ἀπὸ τούτου ὑμέναιος ἡ ἐπιθαλάμιος ῳδὴ, ἤγουν ἡ ἐπὶ τῷ γάμῳ καὶ τῇ διαρρήξει τούτου τοῦ ὑμένος ᾀδομένη, ἀφʼ οὗ ὕμνος, ὃς ἐπὶ θεοῦ μὲν καὶ θείων ἀνδρῶν ὡς ἐπὶ τὸ πολὺ λέγεται, ἐτάχθη δὲ ὅμως λέγεσθαι καὶ ἐπὶ τῆς ἀπλῶς ὥδῆς, καθὸ λέγουσιν ὑμνοπόλους τοὺς ποιητὰς ἤτοι τοὺς ἀναστρεφομένους περὶ τὴν ὥδὴν ἁπλῶς, ἤγουν τὴν ἐμμελῆ συνθήκην καὶ ἔμμετρον. λέγεται ὕμνος καὶ ἡ φήμη καὶ διαλάλησις, καθὸ λέγεται παρὰ Σοφοκλεῖ τὸ “βαιὰ μὲν, ἀεὶ δʼ ὑμνούμενα.” κατὰ τοῦτο δὴ τὸ τελευταῖον σημαινόμενον λέγεται τὸ “προθέλυμνον ἔπεσε τὸ δένδρον,” ἤγουν οὕτως ἔπεσεν ὡς εἰς φῶς προαχθῆναι καὶ τὸ μέρος ἐκεῖνο αὐτοῦ, διʼ οὗ θέλει τὸ ὄνομα καὶ τὴν μνήμην, τουτέστι τὴν ῥίζαν. ταύτης γὰρ σωζομένης, εἰ καὶ πᾶν ἐκκοπείη τὸ δένδρον, βλαστήσειεν ἄν τι ἀπʼ αὐτῆς, ὃ φυλάξει τοῦνομα καὶ τὴν μνήμην τοῦ δένδρου. εἰ δʼ ἀπολοιτο αὕτη, καὶ ἡ τοῦ δένδρου πᾶσα ἐλπὶς καὶ μνήμη συναπόλλυται. ὁσάκις δὲ λέγει ὁ Ὅμηρος προθέλυμνον, ὅτι τὸ προβεβλῆσθαι καὶ ῥύεσθαι ἐπισπᾶται ὄνομα καὶ μνήμην. λέγεται καὶ πρόρριζον ἔπεσε τὸ δένδρον ὁμοίως, ἤγουν οὕτως ἔπεσεν ὡς καὶ τὴν ῥίζαν αὐτοῦ ἀνασπασθῆναι καὶ εἰς φῶς προαχθῆναι. Gu. ὦν: νυμφεύματος καὶ ὑμεναίου. Gr. θαλαμίων ὕμνων. Gu. τυχεῖν: ἐπιτυχεῖν. Fl. 17. ἀνύμφευτος, μὴ τυχοῦσα ᾷσμάτων γαμικῶν. ὑμέναιον λέγεται ᾆσμα, ὃ ᾆδουσιν ἐν τοῖς γάμοις τοῖς νεογνοῖς νυμφίοις. Fl. 33.