Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 426
Not analysed yet
421. ἡμεῖς δέ: ἀποθανούμεθα ἢ ἐσμέν. Gu. ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων: ἐζήτηται ἐνταῦθα πῶς δέκα καὶ ἐννέα παῖδας ποιήσασα Ἑκάβη πεντήκοντα ἑαυτὴν παίδων ἀμέτοχόν φησι. καὶ φαμὲν ὡς συμπεριείληφε τοὺς νόθους παῖδας τοῦ Πριάμου σὺν τοῖς ἑαυτῆς. A. ἡμεῖς δὲ ἄμοιροι καὶ ἐστερημένοι πεντήκοντα τέκνων. ιθ΄ ἐγέννησεν αὕτη· αὔξουσα δὲ τὸ πάθος ν΄ λέγει, ἢ ὅτι συμπεριλαμβάνει καὶ τοὺς νόθους τοῦ Πριάμου παῖδας σὺν τοῖς παισὶν ἑαυτῆς διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. Gu. I. πεντήκοντα αὔξουσα τὸ πάθος φησί· ιθ΄ γὰρ μόνους παῖδας ἐγέννησεν. καὶ Ὅμηρος “ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν· ʼʼ ἢ ὅτι ἐμπεριλαμβάνει τοὺς νόθους διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. M. Fl. 10. σύλληψις δὲ λέγεται ὁ τρόπος· οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ὁ δὲ Πρίαμος ἐξ ἄλλων γνναικῶν. M. τί ν΄ λέγει; ὅτι ν΄ τέκνα ἐποίησεν ὁ Πρίαμος. Fl. 33. ἄμοιροι: ἀμέτοχοι. M. Fl. 2. ἐστερημένοι. Fl. 56. Gu.