Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 431
Not analysed yet
426. χαῖρ, ὦ τεκοῦσα: κἀνταῦθα οὐκ ἀμοιβαῖοί εἰσιν οἱ λόγοι, ἀλλὰ διὰ μέσου φησὶν Ἑκάβη, ὅπως ἀποκριθῇ αὐτῇ, καὶ οὐκ ἀντιλέγει. οὕτως γάρ ἐστιν ὁ νοῦς καὶ ἡ σύνταξις, χαῖρ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοὶ, ὅ τʼ ἐν φιλίπποις Θρχξὶ Πολύδωρος, καὶ λεγούσης ταῦτα Πολυξένης λέγει καὶ ἡ Ἑκάβη διὰ μέσου, χαίρουσιν ἄλλοι, καὶ ἂν ζῇ Πολύδωρος ἀπιστῶ. τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν ὃν εἶδε περὶ ἐκείνου ἐν ἀρχῇ τοῦ δράματος, καὶ τότε ἀποκρίνεται αὐτῇ Πολυξένη καὶ λέγει περὶ τοῦ Πολυδώρου, ζῇ καὶ θανούσης σου καλύψει τοὺς σοὺς ὀφθαλμούς. A. χαῖρʼ ὦ τεκοῦσα: τὸ ἐμοί οὐ πρὸς τὸ Κασάνδρα ἐστὶν, (εἰ γὰρ ἦν οὕτω, διὰ τοῦ η ὤφειλε γράφεσθαι) ἀλλὰ πρὸς τὸ χαῖρε· σύναπτε δὲ καὶ πρὸς ἀμφότερα, χαῖρέ μοι, ὦ τεκοῦσα, καὶ χαῖρέ μοι, ὦ Κασάνδρα. I. ἐμοί: σχετικόν. Fl. 6. 9. 21. 50. 59. 76. Gr. τεκοῦσα: ἡ γεννήσασά με. Fl. 17. μῆτερ ἐμή. Fl. 21. Κασάνδρα: ἀδελφή. Fl. 21. 56. ἡ Κασάνδρα ἀδελφὴ ἦν τῆς Πολυξένης. Fl. 33.