Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 443
Not analysed yet
438. —443. οἲ ’γω προλείπω: φεῦ ἐγὼ ἐκλείπω· τὰ δὲ μέλη μου λύεται, πρὸ τοῦ ἀποθανεῖν λείπω τὴν ζωὴν, αἱ δʼ ἁρμονίαι λύονται τῶν μελῶν μου. ὦ θύγατερ, πρόσψαυσαι τῆς σῆς μητρὸς, δὸς τὴν χεῖραʼ μή μʼ ἄτεκνον καταλείψῃς ἀπωλόμην, ὦ φίλαι γυναῖκες. οὕτω τὴν ἐκ τῆς Λακεδαιμονίας Ἑλένην θεασαίμην, τὴν ἀδελφὴν τοῦ Κάστορος καὶ Πολυδεύκους· διὰ γὰρ τῆς ώραιότητος καὶ τοῦ προσόντος αὐτ κάλλους αἰσχίστως καθεῖλε καὶ κατέστρεψε τὴν πρὶν εὐδαίμονα Τροίαν. I. προλείπω: ἐκλείπω. Gr. ἀποψύχω. M. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. πρὸ τοῦ καιροῦ οἵχομαι, πρὸ τοῦ φυσικοῦ θανάτου λείπω τὴν ψυχὴν, ἀντὶ τοῦ ἤδη θνήσκω. Gu. λύεται: τήκεται, φθείρονται. Fl. 21.