Ancient Greek · ~15 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 451.1
Not analysed yet
447. αὔρα: ὦ πνοὴ θαλασσία, ἥτις τὰς ταχείας ναῦς, τὰς ἐν τῇ θαλάσση τὴν πορείαν ποιουμένας, φέρεις ἐπὶ τὸ κῦμα τῆς θαλάσσής, ποῦ με τὴν ἀθλίαν ἄξεις, ἤτοι πορευθῆναι ποιήσεις; I. ὦ πνοὴ ἀνέμου καὶ διὰ θαλάσσης κομίζουσα τοὺς πόντῳ πορευομένους, ἤγουν ἐν γιαλῷ, καὶ τὰς ταχείας ναῦς ἐπὶ τὸ κῦμα τῆς θαλάσσης, ποῦ ἐμὲ τὴν ἀθλίαν διακομίσεις; Fl. 33. αὔρα ἡ ἐξ ὑγροῦ ἀναπεμπομένη πνοὴ διὰ τοῦ υ· ἄθρα δὲ ἡ δούλη διὰ τοῦ β. Gr. I. τὸ αὔρα εἰ καὶ ὁ κανὼν βραχύνει, ἀλλ᾿ οὗτος μακρὸν τοῦτο δέχεται, ὡς καὶ τὸ Φαίδρα ἐν ἑτέροις. καὶ Ἀριστοφάνης “αὔρα τις ἐξέπνευσε μυστικωτάτη” λέγων. ἅτις δὲ γράφεται διὰ τὸ μέτρον ἅτε. I. ἥτις. M. ὦ αὔρα ποντιὰς, ποῦ με τὴν δυστυγῆ ἐπαγάγῃς, ἢ ποῖ τῶν νήσων, ἢ ποῖ τῶν τόπων, καὶ τίνι δούλη γενήσομαι; ἆρα εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς με ἀπάξεις ἢ τῆς Φθιάδος, ὅπου, εἰς τὴν Φθίαν, τὸν Ἀπιδανὸν ποταμόν φασι ῥέειν, ἢ ποῦ ἀπὸ τῶν νήσων; ἆρα εἰς τὴν Δῆλόν με ἀπάξεις, ὅπου ὁ πρωτόγονος φοῖνιξ (πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης) καὶ ἡ δάφνη κλάδους ἀνέφυσε μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. ἢ εἰς Ἀθήνας με ἀγάγῃς, καὶ ἐν τῷ πέπλῳ, ἐν πάσσουσι τὰ τῆς Ἀθηνᾶς ἆθλα αἱ παρθένοι, κἀγ σὺν ἐκείναις στίξω καὶ γράψω εἰς τὸν αὐτὸν πέπλον τὰ ταύτης ἆθλλα καὶ τὴν τῶν Τιτάνων γενεὰν, ἣν ὁ Ζεὺς κατέφλεξεν ἐν τῷ κεραυνῷ· ἔθος γὰρ ἦν τῷ τότε πάσσειν ἐν τοῖς πέπλοις τὰ τῶν ψευδωνύμων αὐτῶν ἆθλα θεῶν, καθὼς καὶ ἡμεῖς ἐν τοῖς πέπλοις νῦν γράφομεν ἵππους, ὄρνις καί τινα ἄλλα. τοὺς δὲ πέπλους οὐ μόνον παρθένοι ἔκαμνον, ἀλλὰ καὶ αἱ μὴ οὕτως ἔχουσαι. καὶ ὁ μὲν νοῦς ἐστι τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· αὔρα ποντιὰς αὔρα, ἥτις κομίζεις τὰς ἐν θαλάσσῃ πορευομένας, ἤτοι ταχυτάτας, νῆας ἐπὶ τὸ κῦμα τῆς θαλάσσης πῆ με τὴν μελέαν καὶ δυστυχῆ κομίσεις καὶ ἀγάγῃς (τοῦτο γὰρ δηλοῖ τὸ πορεύσεις), καὶ πρὸς τίνος οἶκον ἀφίξομαις τὸ γὰρ “δουλόσυνος πρὸς οἶκον κτηθεῖσʼ ἀφίξομαι” τοῦτο λέγει, πρὸς τίνος οἶκον ἀφίξομαι δούλη γενομένη. τὸ τῷ ἀντὶ γενικῆς, τὸ δὲ ἤ πρὸς τὸ αὔρα ἀποδοτέον, ἵν᾿ ᾖ οὕτως, αὔρα ποντιὰς, ποῖ με κομίσεις, ἢ εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς, καὶ τὰ λοιπὰ διὰ μέσου, ἢ εἰς τὸν ὅρμον τῆς Φθιάδος γῆς, ἔνθα τὸν Ἀπιδανὸν ποταμὸν τὸν πατέρα τῶν καλλίστων ὑδάτων φασὶ λιπαίνειν τὰ πεδία, ἢ ποῖ με τῶν νήσων ἐπάξεις τὴν τάλαιναν. τὸ δὲ ποῖ ἀπὸ κοινοῦ πεμπομένην ἐν τῇ ἁλιήρει κώπῃ ἔχουσαν ἐμὲ οἰκτρὰν βιοτὴν ἐν τοῖς οἴκοις, οὗ γενήσομαι δούλη, εἰς τὴν Δῆλόν με ἀπάξεις, ἔνθα πρωτόγονός τε φοῖνιξ καὶ ἡ δάφνη ἱεροὺς ἀνέσχε πτόρθους τῇ Λητοῖ φίλα ἀγάλματα καὶ δῶρα τῆς αὐτῆς ἐνδόξου ἀδῖνος, καὶ σὺν ταῖς Δηλιάσι κόραις ὑμνήσω τῆς Ἀρτέμιδος θεᾶς τὴν χρυσῆν περικεφαλαίαν καὶ τὰ τόξα, ἢ ἐν ταῖς Ἀθήναις, κἀκεῖσε ἀπελθοῦσα ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ τῆς καλλιδίφρου Ἀθηνᾶς τοὺς πώλους, ποικίλλουσα αὐτοὺς ἐν ἀνθοβαφέσι τονίοις ἢ μεταξίοις. ἢ τῶν Τιτάνων γενεὰν ὑφανῶ ἐν τῷ πέπλῳ, ἢν κομίζει ὁ Ζεὺς καὶ φαίνει ἐν ἀμφιπύρῳ φλογμῷ, ἤγουν κεραυνῷ. ὤμοι τῶν ἐμῶν γονέων καὶ πατέρων καὶ χθονὸς, ἥτις κατεστράφη φλεχθεῖσα ἐν πυρί. κατὰ γὰρ τὸ πῦρ, φησὶ, γενομένη ἡ πόλις αὕτη δορίληπτος καὶ δούλη τῶν Ἐλλήνων, ἐγὸ δʼ ἐν ξένῃ γῇ δούλη κληθήσομαι λιποῦσα τὴν Ἀσίαν δούλην θεράπαιναν τῆς Εὐρώπης, ἀλλάξασα τοὺς τῶν Ἑλλήνων θαλάμους αρ Ἄιδου. φησὶ γὰρ, κρεῖττον ἦν σφαγῆναί με ἢ δούλην γενέσθαι. πολλῶν γὰρ Τρῳάδων γνναικῶν ἐφείσαντο οἱ Ἕλληνες χάριν τοῦ μοιχεύειν αὐτάς. A. πορεύσεις: πορεύομαι ἐγὼ καὶ πορεύω ἕτερον, ὡς ἐνταῦθα καὶ παρὰ Πλάτωνι “ᾦ δὴ προστέτακται τοὺς ἐνθένδε ἐκεῖσε πορεῦσαι. ᾿᾿B. Gr. Ι. ἤγουν κομίσεις, ἄξεις. Fl. 6. 9. 21. 59. 76. Gu. διαβιβάσεις. Fl. 56. διὰ τὴν πολυαρχίαν τοῦτο ἔφη, διστάσασα ἐν ποίῳ μέρει μέλλει τυχεῖν. Gu.