Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 454
Not analysed yet
450. ἢ Δωρίδος: ἆρα, φησὶν, εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς ἀφίξομαι, ἢ ἐπὶ τοῦ ὅρμου τῆς Φθίας. M. τὸ ἢ τὸ πρὸ τοῦ Δωρίδος ἢ ἀντὶ τοῦ ἆρα, ἢ διαζευκτικόν. Gu. I. οὐ πρὸς τὸ ἀφίξομαι τὸ ἢ Δωρίδος ἐστὶν, ἀλλὰ πρὸς τὸ πορεύσεις· εἰ γὰρ καὶ ἐνταῦθα τὸ ἀφίξομαι νοεῖται, ἀλλὰ μετʼ ὀλίγον ἐλέγχεται, ὅταν λέγῃ τὸ ἢ νῆσον ἀλιήρει κώπα πεμπομέναν τάλαιναν· ἔδει γὰρ, εἰ πρὸς τὸ ἀφίξομαι ἦν, εὐθεῖαν εἰπεῖν πεμπομένα τάλαινα. νῦν δὲ ἐκ τούτου φαίνεται ὅτι πρὸς τὸ πορεύσεις ἐστὶ τὸ ἢ Δωρίδος, τὸ δὲ τῷ δουλόσυνος πρὸς οἶκον κτηθεῖσʼ ἀφίξομαι διὰ μέσου. Gu. I. ἢ ἀντὶ τοῦ ἄρα. Fl. 50. 59. Δωρίδος: τῆς Πελοποννήσου. ἴσως καὶ διὰ τὸν Ἀγαμέρμμνονα λέγει τοῦτο. M. Gu. Fl. 10. ἢ ἐν τῇ Πελοποννήσῳ τὸν ὅρμον. Fl. 33. αἴας: γῆς. M. Fl. 10. Δωρίδος γῆν λέγει τὴν Πελοπόννησον, Φθίαν δὲ τὴν Θετταλίαν διὰ τὸν Νεοπτόλεμον τὸν υἱὸν Ἀχιλλέως. A.