Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 458
Not analysed yet
455. ἢ νάσων: ἀπὸ κοινοῦ τὸ πορεύσεις, ἢ εἰς τίνα τῶν νήσων με πορεύσεις. M. ἐπειδὴ ἐμνήσθη νήσων καὶ ἡ Δῆλος νῆσός ἐστι. καὶ Ὅμηρος “Δῆλον δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀπερχόμενον ἐνόησα. ʼ λέγεται δὲ ἡ δάφνη πρῶτον ἐν Δήλῳ γενέσθαι καὶ ὁ φοῖνιξ. M. ἢ εἰς τὴν Δῆλον πορεύσεις. διὰ τὸν Ἀγαμέμνονα καὶ τοῦτο. Gu. καὶ τοῦτο ἴσως διὰ τὸν Ἀγαμέμνονα, ὅν φησιν Ὅμηρος ”\πολλῇσι νήσοισι καὶ Ἀργει παντὶ ἀνάσσειν.” M. Fl. 10. ἁλιήρει δὲ τῇ ἐν ἁλὶ ἐρεσσομένῃ κώπῃ. M. Fl. 10. ἐν τῇ θαλάσσῃ ἐρεσσομένῃ. Fl. 17. διὰ κώπης ἁλιήρους, ἤγουν ᾖ ἐρέσσουσι κατὰ τὴν θάλασσαν. Fl. 6. 9. 21. 50. 59. 76. Gr. θαλασσίῳ. Gu. ἁλιήρει κώπα: ἢ πορεύσεις με τὴν τάλαιναν πεμπομένην ἁλιήρει κώπῃ, ἐλεεινὴν ζωὴν ἕξουσαν ἐν οἴκοις εἰς τὴν νῆσον, ἔνθα καὶ φοῖνιξ πρωτόγονος καὶ δάφνη πρωτόγονος ἱεροὺς ἀνεβλάστησε κλάδους χάριν τῆς Λητοῦς τῆς φίλης εἰς τιμὴν τῆς ὠδῖνος τῆς δίας, τουτέστιν εἰς τὴν Δῆλον. Gr. I.