Ancient Greek · ~15 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 461.1
Not analysed yet
458 Ζεὺς ταύτῃ συγ μγυναικῶν κυοφορίαις α παρεγένετο εἰς Ἀστερίαν τὴν νῆσον, μίαν τῶν Κυκλάδων τυγχάνουσαν, κἀκεῖσε χθοῦσα καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους παῖδας ἀπέτεκεν, Ἄρτεμιν καὶ Ἀπόλλωνα. οἱ δέ φασιν ὅτι, ὁπηνίκα εἰς Ἀστερίαν τὴν νῆσον ἡ Λητὰὼ παρεγένετο τυγχάνουσα ἔγκυος εὐθέως ἐν τῇ γῇ τῆς εἰρημένης νήσου δύο κάλλιστα φυτὰ ἀνεβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἐναργὲς τεκμήριον τῆς τῶν παίδων τῶν δύο τῆς Λητοῦς ἀποτέξεως, Ἀρτέμιδος καὶ Ἀπόλλωνος, ἢ καὶ ὡς ἀναθήματα παρὰ τῆς γῆς ἀνεδόθησαν τῆς καλλίστης καὶ περιφανοῦς ὠδῖνος αὐτῆς· διὸ καὶ τὴν νῆσον μετωνόμασαν Δῆλον, ὅτι φανερὸν καὶ ἐναργὲς σημεῖον ἐν αὐτῇ ἀνεδόθη τῆς τῶν εἰρημένων παίδων αὐτῆς ἀποτέξεως. Ἄλίως εἰς τὸ ἔνθα πρωτόγονός τε φοῖνιξ. ὁ Ζεὺς κρυφίως τῆς ἰδίας γυναικὸς Ἥρας συμμιγεὶς τῇ Λητοῖ ἔγκυον ταύἐποίησεν, την ὃ γνοῦσα ἡ Ἥρα ἐδήλωσε τῇ Τῇ μὴ δέξασθαι αὐτὴν ἐν τῷ καιρῷ τοῦ τοκετοῦ. τοῦτο γνοὺς ὁ Ζεὺς ἠξίωσε τὸν Ποσειδῶνα ἀναδοῦναι εἰς φῶς τὴν κάτωθεν παρʼ αὐτοῦ οὖσαν πόλιν, ὃ καὶ πεποίηκεν ἀναδοὺς τὴν σήμερον καὶ οὖσαν νῆσον Δῆλον, ἐν ᾖ καὶ δύο κλάδοι ἐβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἄτινα κρατήσασα ἡ Λητὼ ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ἔτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα. A. ἔνθα πρωτόγονος: φασὶ τὸν Δία πρὸς συνουσίαν ἐλθεῖν τῇ Λητοῖ, μαθοῦσαν δὲ τὴν Ἥραν τοῦτο ζηλοτυπήσασαν κελεῦσαι μὴ ἐν τῇ γῇ γεννῆσαι δυνηθῆναι τὴν Λητώ· βιαζομένης δʼ αὐτῆς πρὸς τὴν ἀποκύησιν, συνέταξεν ὁ Ζεὺς ρμῆν λαβόντα αὐτὴν ἀπάξαι εἰς Δῆλον. ἡ δὲ Δῆλος ἦν νῆσος, ὡς τινὲς μέν φασιν, ἀναδοθεῖσα ἀπὸ θαλάσσης, ὡς τινὲς δὲ, κινουμένη πρῶτον καὶ τότε σταθεῖσα καὶ δήλη γενομένη. εἰς ἢν Δῆλον ἡ Λητὼ ἀφικομένη ἔτεκεν Ἀπόλλωνα καὶ Ἄρτεμιν, δύο φυτῶν ὑπὸ Διὸς τότε ἀναφυέντων, φοίνικος καὶ δάφνης, οἷς ἐρειδομένη εὐκόλως τὸ ἔμβρυον ἐξήγαγεν. ἐτιμᾶτο οὖν ἐν τῇ νήσῳ Ἀπόλλων καὶ Ἄρτεμις, ὡς ἐκεῖ γεννηθέντες. φασὶ δὲ ὡς ἡ Ἄρτεμις προεξέθορε τοῦ Ἀπόλλωνος, καὶ πρὸς τὸν τούτου τόκον Λητὼ ἐμαιεύσατο. B. Gu. I. ἔνθα πρωτόγονος: ἡ Λητοῦς ἀδελφὴ Ἀστερία, φεύγουσα τὴν Διὸς μίξιν, μετέβαλλεν ἑαυτὴν εἰς ὄρτυγα καὶ ἥλατο εἰς θάλασσαν, καὶ γέγονε νῆσος ἥτις ρτυγία καὶ Ἀστερία ἐκαλεῖτο. ὕστερον δὲ τοῦ Διὸς συγγενομένου Λητοῖ, καὶ ποιήσαντος αὐτὴν ἔγκυον Ἄρτεμιν καὶ Ἀπόλλωνα ζήλῳ τῆς Ἥρας μήτε ἐν γῇ μήτε θαλάσσῃ ὑποδεχομένη τῇ Λητοῖ πρὸς ἀπότεξιν, κελεύσας τῷ Ποσειδῶνι Ζεὺς, καὶ ἀνέδωκε ταύτην τὴν Ὀρτυγίαν καὶ Ἀστερίαν καλουμένην, πρότερον κρνπτομένην τοῖς ὕδασιν, ἔτι καὶ ὑποτρέμουσαν· καὶ ἐκ τοῦ φανῆναι αὐτὴν Δῆλον ὠνόμασεν. ἐκεῖ οὖν ἐλθοῦσα ἡ Λητὰὼ, καὶ δάφνης καὶ φοίνικος πρώτως ἐκεῖ φανέντων ἁψαμένη τὴν Ἄρτεμιν γεννᾷ. ἡ δὲ ταύτην μαιεύει, καὶ τίκτει καὶ τὸν Ἀπόλλωνα. καὶ Ἄρτεμις μὲν τὴν Δῆλον κατέσχεν, Ἀπόλλων δὲ εἰς Λυκίαν ἀπῆλθεν. Fl. 6. ὁ Ζεὺς τῇ Λητοῖ συμμιγεὶς, καὶ ζηλοτυπούσης ὑπὲρ τούτου τῆς Ἥρας, φοβούμενος ὁ Ζεὺς μή τι κακὸν ἐπάγοι τῇ Λητοῖ ἡ Ἥρα, κατὰ τὸ μέσον τῆς θαλάσσης ἀνεδόθη ἡ Δῆλος νῆσος, κἀκεῖσε ταύτην ὁ Ζεὺς ἔπεμψε. καὶ μὴ ἔχουσα παραμυθίαν τινὰ ἕνεκα τῆς γέννας αὐτῆς, τότε πρώτως ἀνέδωκε τόν τε φοίνικα καὶ τὴν δάφνην ἐκ τῆς γῆς εἰς παραμυθίαν αὐτῆς. τεκοῦσα δὲ τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν, ἀφιερώθησαν τὰ τοιαῦτα φυτὰ τῷ Ἀπόλλωνι. διὰ τοῦτο καὶ ἱερὰ καλοῦνται. Fl. 59. ἔνθα: ἐν ᾖ νήσῳ εἰς τὴν μὲν ἐκείνην Δῆλον ἀνεβλάστησεν τὸν φοίνικά τε καὶ τὴν δάφνην. Fl. 21. καὶ Ὅμηρος “Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα.” Fl. 10. πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης, καὶ ἡ δάφνη κλάδους ἀνέφυσε, μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. I. ὁ τότε πρώτως γεννηθεὶς ἐκ τῆς γῆς ὁ φοίνιξ καὶ ἡ δάφνη. Fl. 59. κατὰ πρώτην γένεσιν, ἐπιρρηματικῶς. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. πρωτοφυής. Gu. φοίνιξ: ὅ τε φοίνιξ καὶ ἡ δάφνη. M. τὸ φοίνιξ καὶ τὸ κήρυξ μακρὰν ἔχει φύσει τὴν λήγουσαν, καὶ δῆλον ἀπὸ τῆς γενικῆς μακρὰν ἐχούσης τὴν παραλήγουσαν. I.