Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 472
Not analysed yet
471. Τιτάνων: ἀντὶ τοῦ γιγάντων. ὑποσυγχέουσι δὲ τὴν ἐν ἑκατέροις διαφοράν. καὶ Καλλίμαχος “ἦχι πάλους ἐβάλοντο, διεκρίναντο δὲ τιμὰς πρῶτα γιγαντείου δαίμονες ἐκ πολέμου.” M. ἐνεποίκιλλον δὲ τῷ πέπλῳ καὶ τὴν γιγαντομαχίαν, ἐπεὶ διὰ τὴν τῆς Ἀθηνᾶς ἰσχὺν κατωρθώθη. M. Τιτάνων: τῶν καταχθονίων γιγάντων. Bar. 74. Gr. ἀπὸ κοινοῦ τὸ ζεύξομαι. Fl. 21. ἤγουν τὴν γιγαντομαχίαν, ἐν ἐγράφετο ἡ ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν γιγάντων. ὁ δὲ νοῦς· ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ, ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῆς ὑφαίνουσα, ἢ τὴν γιγαντομαχίαν. ἢ ἐν τῇ πόλει τῆς Παλλάδος ζεύξομαι καὶ ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ καὶ ἰστοὺς τοὺς ἐν τῷ ἅρματι πώλους τῆς καλλιδίφρου Ἀθηνᾶς. ἐπεὶ γὰρ πολεμικὴ ἡ θεὸς, ἀφιέρουν ταύτῃ πέπλους ἔχοντας ὑφαντοὺς καὶ τοὺς πώλους αὐτῆς σὺν τῷ ἄρματι. ἢ ἐπεσκίαζον καὶ ἑτέρας ἐν τῷ πέπλῳ καὶ ἑτέρῳ αὐτῆς ἀριστείῳ. Fl. 59. τὴν γιγαντομαχίαν· τούτους γὰρ πολεμήσασα ἐνίκησε. Gu. σημαίνει ὅτι Τιτᾶνες καὶ γίγαντες οἱ αὐτοὶ ἐλέγοντο. Gu.