Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 481
Not analysed yet
483. ἀλλάξασʼ Ἀΐδα θαλάμους: ἀντιστρόφως λέγεται ἀντὶ τοῦ ἀλλαξαμένη Ἀΐδην τῶν θαλάμων, ἤγουν ἀντὶ τοῦ τῶν θαλάμων, τουτέστι τῶν οἴκων Ἀΐδην κληρωσαμένη, ὅμοιον τῷ ὠνοῦμαι δραχμῆς ἢ τοιούτου τινὸς τόδε, ἤγουν διὰ δραχμῆς ὠνοῦμαι τόδε· καὶ τὸ ὠνεῖσθαι γὰρ ἀνταλλάττειν ἐστίν. ἐν τοῖς τοιούτοις γὰρ κατὰ γενικὴν προφερόμενον ἀεί ἐστι τὸ διδόμενον, τὸ δὲ κατὰ αἰτιατικὴν τὸ λαμβανόμενον. Gr. I. θαλάμους: τὰς ἐμὰς εὐνάς. Gu. I. τουτέστι παλλακὶς ἐγεγόνειν καὶ διὰ τοῦτο οὐκ ἀπέθανον. τοῦτο γάρ ἐστι τὸ ἀλλάξασα Ἀΐδα θαλάμους, ἀντὶ τοῦ δοῦσα τὸ ἐμὸν λέγος τῷ σκυλεύσαντι καὶ βουληθέντι φονεῦσαί με. Gu. I. ἀνταλλαξαμένη τὸν θάνατον τοῦ ζῆν. τοῦτο δέ φησιν ἐπεὶ πολλοὶ ἐφείσαντο σφάξαι τινὰς τῶν Τρῳάδων ἀγαπῶντες αὐταῖς παλλακίσι χρήσασθαι. M. Ἄλλως. ἀλλάξασʼ Ἀΐδα. ὅ ἐστι τὸν θάνατον ἀνταλλαξαμένη, ἀντὶ τοῦ θελήσασα μᾶλλον τεθνάναι ἤπερ ζῆν. M. Fl. 21. 59. ἀνταλλαξαμένη Ἅιδου οἴκων. Fl. 17. καταλλάξασα αὐτῶν τῶν θαλάμων τὸν Ἅιδην. Fl. 33. ἀλλάξασʼ Ἅιδα θαλάμους: πολλοὶ γὰρ Ἑλλήνων ἐφείσαντο σφάξαι τὰς Τρῳάδας, ὡς παλλακίσιν αὐταῖς χρήσωνται. Fl. 10. 21. 59. θαλάμους: τὰ οἰκήματα τοῦ Ἄιδου, ἤγουν θάνατον. Fl. 59. ἀλλάξασ’ :ἀμείψασα, ἀντιδιδοῦσα. Gu. ἀντιδοῦσα. Fl. 56. θαλάμους: τὰς ἐμὰς εὐνάς. Gu.