Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 497
Not analysed yet
497. φεῦ φεῦ, γέρων :γέρων μέν εἰμι, ἀλλὰ φιλόζωος. οὕτω γὰρ νοητέον· τί γὰρ καινὸν ἐὰν γέρων ὃν θανεῖν θέλῃ; ἀλλὰ προσληπτέον τὸ φιλόζωος, ἵνα ᾖ, οὕτως ἀκριβὲς γέρων μέν εἰμι φιλόζωος, ἀλλʼ ὅμως καίπερ φιλῶν τὸ ζῆν θάνοιμι πρὶν περιπεσεῖν αἰσχρῷ τινι τύχῃ. A. γέρων μέν εἰιμ, ὅμως: εἰ καὶ ὡς γέρων φιλόζωός εἰμι, ὅμως ἀποθανεῖν ἢ ἀποψυχῆναι βούλομαι. A. rec. γέρων μέν εἰμι καὶ διὰ τοῦτο οὐ δέδοικα τὸ δυστυχεῖν, ὡς, εἰ καὶ συμβήσεταί μοι δυστυχία, ταχέως παρέλθοι διὰ τὸ ὀλίγον ἔτι εἶναι τὸ λοιπὸν τῆς ζωῆς· ὅμως δʼ εὔχομαι θανεῖν πρὸ τῆς δυστυχίας. ἢ τὸ “γέρων μέν εἰμιʼ διὰ τὸ τοῖς γέρουσι περισπουδαστότερον εἶναι τὸ ζῆν, ἐπειδὴ ὁρῶσιν ὡς ἐγγύς εἰσι τοῦ θανάτου. Gu. I. γέρων ὢν φιλόζωος εἰμί· ὅμως ἀποθανεῖν ἢ ἀτυχῆσαι εὔχομαι. Fl. 10. 21. ἔχρῃζον ἀποθανεῖν ἐμὲ εὐτυχῆ ὄντα πρὸ τοῦ ἐμπεσεῖν εἰς δυστυχίαν. Fl. 17. ὅμως δέ μοι: τὸ ἐναντίον λέγει· οἱ γὰρ νέοι μᾶλλον φιλοῦσι ζῆν, οἱ δὲ γέροντες ἀποθανεῖν. λέγει δὲ, ἐπειδὰν μᾶλλον ὁ ἄνθρωπος ἐν γήρᾳ γένηται, τότε καὶ φιλοζωότερός ἐστι. τὸ αὐτὸ καὶ ὁ Τκλθύβιος “γέρων μέν εἰμι” λέγων, ὅμως δὲ πρὶν περιπεσεῖν τοιαύτῃ δυστυχίᾳ, γένοιτό μοι θανεῖν. Fl