Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 5-2
Not analysed yet
3. Πολύδωρος Ἑκάβης παῖς: προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν. τὴν δὲ Ἑκάβην Ὅμηρος Δύμαντος, οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν “Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως” καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ. M. τὰ περὶ τὴν Πολυξένην ἔστι καὶ παρὰ Σοφοκλεῖ εὑρεῖν. M. Ἑκάβης παῖς γεγὼς Πριάμου: Φερεκύδης γράφει οὕτως “Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος τοῦ Ἠϊονέως τοῦ Πρωτέως ἢ Σαγγαρίου τοῦ ποταμοῦ καὶ Νηΐδος νύμφης Εὐαγόρας.” Γλαυκίππην δ᾿ ἔνιοι τὴν Ξάνθου τῆς Ἑκάβης παρέδοσαν μητέρα. Νίκανδρος δὲ Εὐριπίδῃ συνδραμὼν τὴν Ἑκάβην φησὶ Κισσέως· Ἔνθ᾿ Ἑκάβη Κισσηῒς, ὅτ᾿ ἐν πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς, εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφὴν, γρήϊον Ὑρνακίδεσσιν ἐειδομένην σκυλάκεσσιν. M. Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως: τὰ περὶ τοῦ ὀνόματος τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγγράφων Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι. ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος “Κισσῆς τόν γ᾿ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον.” A. M. τὸ ἑξῆς, ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως. ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου. Κισσέως φασὶ γενέσθαι οὕτως καὶ Τηλεκλείας τῆς Ἰλίου Ἑκάβην καὶ Θεανώ. M. τὸ χ ὅτι ἴδιον Κισσέως τὴν Ἑκάβην, Ὁμήρου Δύμαντος αὐτὴν εἰρηκότος “αὐτοκασίγνητος, υἱὸς δὲ Δύμαντος.” M. γεγώς: γενηθείς. γίγνομαι, γενήσομαι, γέγονα, καὶ κατὰ συγκοπὴν γέγωα· ἡ μετοχὴ ὁ γεγὼς, τοῦ γεγονότος. Fl. 21.