Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 511
Not analysed yet
511. —514. οἴμοι, τί λέξεις: ἀντὶ τοῦ τί λέγεις. λοιπὸν οὐχ ὡς μέλλουσαν τεθνήξεσθαι ἀφίκου πρὸς ἐμὲ, ἀλλὰ μηνύσων κακά τέθνηκας, ὦ παῖ, ἰπὸ τῆς μητρὸς ἁρπασθεῖσα· ἐγὰ δʼ ἄτεκνος, ὅσον τὸ κατὰ σέ. I. τί λέξεις: ἀντὶ τοῦ τί λέγεις. Fl. 6. 9. 21. 33. 56. 59. ἀντιχρονισμὸς λέγεται αἰντὶ τοῦ λέγεις. Gr. οὐκ ἄρα: ἐνταῦθα οὐκ ἐρωτηματικὸν τὸ ἄρα, ἀλλὰ συμπερασματικὸν καὶ ἀποφαντικόν ἐστι, διὸ καὶ ὀξύνεται. τὸ ἄρα τὸ μὲν ἀπορηματικὸν, ἤτοι κατʼ ἐρώτησιν τιθέμενον, περισπᾶται, καὶ μακρὸν ὡς ἐπὶ τὸ πλεῖστον εὑρίσκεται· τὸ δὲ ἄρα τὸ συμπερασματικὸν καὶ ἀποφαντικὸν ἀεὶ βαρύνεται καὶ βραχύνεται. εἴρηται δὲ ὡς ἐπὶ τὸ πλεῖστον, διότι καὶ βραχὺ σπανίως εὑρίσκεται. I. τὸ ἄρα ἐρωτηματικὸν ἢ συμπερασματικὸν καὶ ἀποφαντικόν, διὸ καὶ ὀξύνεται καὶ περισπᾶται. καὶ ἐρωτηματικὸν μὲν δοκεῖ πρὸς τὸ “τί λέξεις,” ἀποφαντικὸν δὲ πρὸς τὸ σὴν παῖδα κατθανοῦσαν.” Gu.