Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 519
Not analysed yet
518. διπλᾶ με χρῥζεις δάκρυα κερδᾶναι: διπλὰ με χρῥζεις. θέλεις, ὦ γύναι, δάκρυα κερδᾶναι, οἷον, κλαύσας ἐν τῷ οἴκτῳ τῆς σῆς παιδὸς ἀρξόμενον τὰ ταύτης λέγειν. διπλᾶ δὲ εἶπεν ὡς νῦν μὲν κλαύσομαι λέγων τἀκείνης, ἔκλαυσα δὲ καὶ ὅτι ἐσφάζετο. ὡς φίλος γὰρ κέρδος οἴεται τὸ κλαῦσαι ἐκ δευτέρου περὶ τὴν Πολυξένην. ἡ δὲ σύνταξις οὕτως, ὦ γύναι. διπλᾶ με θέλεις δάκρυα κερδᾶναι τῷ οἴκῳ τῆς σῆς παιδός. νῦν μὲν γὰρ λέγων τέγξω, ἤγουν βρέξω, τοῖς δάκρυσι τοῦτο τὸ ὄμμα. πρὸς τάφῳ δὲ, ὅτι ὤλλυτο, καὶ τοῦτο ἐλλιπές λείπει γὰρ τὸ ἐπεὶ καὶ ὁ καί σύνδεσμος, ἵνʼ ᾖ οὕτως, νῦν τε γὰρ βρέξω τὸ ὄμμα, ἐπεὶ καὶ ὅτε ὡλλυτο ἔκλαυσα. A. θέλεις. Gr. κερδᾶναι: ἐκχῦσαι. Fl. 21. κέρδος ἡγεῖται τὸ δὶς κλαῦσαι. Fl. 10. ὡς φιλόσοφός φησι τὸ κερδᾶναι· κέρδος γὰρ οἴεται τὸ κλαῦσαι καὶ δεύτερον περὶ τῆς Πολυξένης. M. Fl. 59. οἱ γὰρ λυπούμενοι παραμυθίας ἔχουσι τὸ κλαίειν. τὸ κερδᾶναι γίνεται ἀπὸ τοῦ κέρδος, τὸ δὲ κέρδος ἀπὸ τοῦ τὸ κέαρ ἡδαίνειν καὶ εὐφραίνειν. Fl. 59.