Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 525
Not analysed yet
524. ἐπʼ ἄκρου χώματος: ἐπὶ καθέδρας γενικῇ, ἐπὶ δὲ κινήσεως αἰτιατικῇ, ὅπερ οἱ Ἀττικοὶ τὸ ἐναντίον ποιοῦσιν. Gu. πέλας δʼ ἐγώ: πλησίον ἦν καὶ ἐγώ. ἐπειδὴ κῆρυξ ἦν ὁ Ταλθύβιος, διὰ τοῦτο πλησίον ἵστατο τοῦ Νεοπτολέμου, ἵνα, ὅταν βουληθῇ ὁ Νεοπτόλεμος εἰπεῖν τι τοῖς Ἀχαιοῖς, διʼ ἐκείνου λέγῃ κήρυκος ὄντος καὶ δυναμένου λέγειν εἰς ἐπήκοον πάντων· αὐτὸς γὰρ ἦν ὁ σιωπὴν παντὶ τῷ στρατῷ κηρύξας, ὡς καὶ αὐτὸς παρακατιὼν λέγει, ὑπὸ Νεοπτολέμου προσταχθείς. I. πλησίον δὲ ἐγὼ καὶ οἱ ἐπίλεκτοι καὶ πρόκριτοι τῶν Ἑλλήνων καὶ ἔκκριτοι νεανίαι. λείπει γὰρ ἐνταῦθα ὁ καὶ σύνδεσμος. A.