Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 547
Not analysed yet
543. ὁμφίχρυσον: τὸ ἀμφοτέρωθεν κεχρυσωμένον ξίφος διὰ τῆς λαβῆς λαβὼν, εἶτα λαβὼν ἀπὸ τῆς κώπης τὸ ἀμφίχρυσον ξίφος ἐξεῖλκεν ἀπὸ τῆς ξιφοθήκης. ἀμφίχρυσον δὲ νοητέον τὸ ξίφος οὐ κατὰ τὰ κοπτικὰ μέρη, ἀλλὰ κατὰ τὴν κώπην μόνην, ἤγουν τὸ κρότημα, ἵνʼ ᾖ τὸ ἀμφίχρυσον ἀντὶ τοῦ περίχρνσον. A. εἶτʼ ἀμφίχρυσον: ἔπειτα περικεχρυσωμένον ξίφος λαβὼν ἀπὸ τῆς λαβῆς ἐξεῖλκε τῆς θήκης. 1. τὸ κεχρυσωμένον διὰ τῆς λαβῆς λαβών. B. M. εἶτα περίχρυσον σπάθην λαβὼν παρὰ τοῦ πιέσματος ἔσυρεν ἐκ τῆς ξιφοθήκης καὶ τοῖς ἐγκρίτοις ἔνευσεν. Fl. 33. φάσγανον: τὸ ξίφος τὸ ἐν σφαγαῖς γαννυσκόμενον. ἢ παρὰ τὸ φάος καὶ τὸ γάνος τὸ στίλβον οἷόν τι σκεῦος γεγανωμένον. κουλεὸς δὲ ἡ ξιφοθήκη ἀπὸ τοῦ ἐν αὐτῇ τὰ ὀλοὰ, ἤγουν τὰ ὀλέθρια, ξίφη κεῖσθαι. B. I.