Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 550
Not analysed yet
546. —551. ἡ δʼ ὡς ἐφράσθη: αὕτη δὲ ἐπεὶ ἐφράσατο καὶ ἐνόησε, τοῦτον τὸν λόγον ἐδήλωσεν· ὦ Ἕλληνες οἱ πορθήσαντες τὴν ἐμὴν πόλιν, ἐθελουσίως θέλω τεθνήξεσθαι. ὅρα ἵνα μή τις ἅψηται καὶ προσεγγίσῃ τοῦ ἐμοῦ σώματος· παρέξομαι γὰρ τὸν λαιμὸν εὐκαρδίως τε καὶ εὐψύχως. ἀπολελυμένην δέ με πρὸς θεῶν ἀφέντες κτείνατε, ἵνα ἐλευθέρα θάνω, καὶ μὴ δούλη δηλονότι. I. ἡ δὲ Πολυἐπʼ ξένη ὡς ἐνόησεν τὸν θάνατον, τοῦτον εἶπε τὸν λόγον, ὦ Ἕλληνες, οἱ τὴν ἐμὴν πόλιν πορθήσαντες, ἑκουσίως θνήσκω· καὶ μή τις ἐξ ὑμῶν τοῦ ἐμοῦ σώματος ἐφάπτηται. Fl. 33. ἐπεὶ ἐφράσατο, ἤγουν ἐνόησε. Gr. ἐνόησε. M. ἐσήμηνεν: ἔλεγεν. Fl. 21. ἀντὶ τοῦ εἶπεν. M. Fl. 10 ἐδήλου. Gr.