Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 554
Not analysed yet
550. ἐλευθέραν: ἤτοι ἄδετον, ἀδέσμευτον, καταλείψαντες κτείνατε, ἵνα ὡς ἐλευθέρα ἀποθάνω. δουλείαν γὰρ ἡγεῖτο καὶ τὸ δεδεσμένη θανεῖν. ἡ δὲ σύνταξις οὕτως, πρὸς θεῶν ὁρκωμοτικῶν μεθέντες με, ἀντὶ τοῦ καταλείψαντες ἐλευθέραν, ἤγουν λυτὴν, κτείνατέ με, ὡς ἐλευθέρα θάνω. ἐν νεκροῖς γὰρ αἰσχύνομαι δούλη καλεῖσθαι ὡς δεσμηθεῖσα. A. ἐλεύθερος ὁ ἀπολελυμένος καὶ μὴ ὑπό τινος κατεχόμενος καὶ ὁ μὴ ὑπὸ δουλείαν· ἀνελεύθερος δὲ ἐπὶ φειδωλίας, ᾧ ἐναντίον ὁ ἐλευθέριος. Gr. I. ἡ δὲ σύνταξις οὕτω· πρὸς θεῶν, μεθέντες καὶ ἀφέντες ἐμὲ ἐλευθέραν καὶ ἄνετον, κτείνατε, ὅπως θάνω ὡς ἐλευθέρα καὶ οὐ δούλη. οὕτω τὸ μὲν ἐλευθέραν ἀντὶ τοῦ ἄνετον ἐκληπτέον, τὸ δὲ ἐλευθέρα ἀντὶ τοῦ οὐ δούλη, ὡς δηλοῖ καὶ τὸ τῆς κατασκευῆς· εἰ γὰρ ἁψαμένων τινῶν ταύτης ἀπέθνησκε, δουλικῶς ἂν καὶ οὐκ ἐλευθέρως τεθνάναι ἔδοξεν. Gu. I. τὸ ἑξῆς, ἐλευθέραν δέ με θέντες κτείνατε, ἵνα ἐλευθέρα θάνω. B. M. ἀπολελυμένην δέ με πρὸς θεῶν μεθέντες, ἤγουν ἀφέντες, ἐάσαντες κτείνετε, ἵναἐλευθέρως θάνω καὶ μὴ δούλη δηλονότι. Gr. ἀδέσμευτον. Fl. 10. ἄνετον. Gu. ὡς: τὸ ὡς ἀντὶ τοῦ ἵνα. B.