Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 557
Not analysed yet
553. λαοὶ δʼ ἐπερρόθησαν: ἐβόησαν. ἐκ μεταφορᾶς τῶν κυμάτων. B. M. ὁ δὲ λαὸς ἤχησεν, —ἀπὸ μεταφορᾶς τοῦ ἤχου τῶν ῥοθίων· μὁ δὲ βασιλεὺς Ἀγαμέμνων ἔλεξε τοῖς νέοις ἀφεῖναι τὴν παρθένον. I. ἐβόησαν, ἐπλήγησαν, ἐλυπήθησαν, ἢ ταραχὴν ἐποίησαν, ἐκ μεταφορᾶς τῶν ῥοθίων, ἤγουν τῶν ῥεομένων. A. εἰκότως τὸ ἐπερρόθησαν καὶ ἁρμοδίως εἴρηται ἐπὶ πλήθους, ἤγουν ἀσήμως ἤχησαν· ἐκ μεταφορᾶς δὲ τῶν κυμάτων ἡ λέξις· τὸ γὰρ πλῆθος ὁμοῦ βοῆσαν ἄγνωστον τοῖς ἀκούουσιν ὅ τι καὶ λέγει. Gu. I. ἐπεβόησαν, διὰ τὸ ἄσημον. ἤχησαν, ἀπὸ μεταφορᾶς τοῦ ἤχου τῶν ῥοθίων, ἤγουν τῶν κυμάτων. καὶ ἐπὶ μὲν τοῦ πλήθους οἰκείως τῇ λέξει ἐχρήσατο, ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος τῷ εἶπεν. Bar. 74. Gu. ἀπὸ μεταφορᾶς τῶν κυμάτων· οὐ γὰρ ἐξακούεται καθαρῶς ἡ τοῦ ὄχλου φωνὴ, ἀλλὰ τοιόνδε λόγον ἀποτελεῖ ἡ ῥόθα. Fl. 59.