Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 559
Not analysed yet
555 "οἱ δʼ ὡς τάχιστʼ :οὗτοι δʼ ἐπεὶ ταχέως ἤκουσαν τὴν ἐσχάτην φωνὴν τοῦ βασιλέως· —τέλος γὰρ πάσης ὑπεροχῆς ὁ βασιλεύς· καὶ Πίνδαρος “τὸ δʼ ἔσχατον κορυφοῦται βασιλεῦσι. ᾿᾿ὤφειλε δὲ εἰπεῖν οὕτως, οἱ δʼ ἐπεὶ ἤκουσαν τὴν ὑστέραν φωνὴν, ἤγουν τὴν βασιλικὴν, μεθʼ ἢν οὐδενὶ ἄλλῳ λέγειν ἔξεστιν, οὗτινος βασιλέως μέγιστον ἦν κράτος, μεθῆκαν. ὁ δὲ ἀντιστρόφως, ἐπεὶ τάχιστα, φησὶν, ἤκουσαν, μεθῆκαν. ἔστι δὲ ὁ σχηματισμὸς οὗτος οὐ ποιητικὸς, ἀλλʼ Ἀττικὸς, καὶ συνήθης τοῖς ῥήτορσιν. Ἄλλως. βουλόμενος οὕτως εἰπεῖν, οἱ δʼ ὡς τάχιστʼ ἤκουσαν ὕστερον τὴν ὄπα τοῦ Ἀγαμέμνονος, ὑστέραν ἐπήγαγε πρὸς τὸ ὄπα, ἀντὶ τοῦ ἐπιρρήματος ὄνομα θείς. σύναπτε δὲ τὸ τάχιστα πρὸς τὸ μεθῆκαν. Gu. I. οἱ δʼ ὡς τάχιστʼ ἤκουσαν: οὕτως ώφειλεν εἰπεῖν· οἱ δὲ ἐπεὶ ἤκουσαν ὑστάτην ὄπα, οὗπερ καὶ μέγιστον ἦν κράτος, τάχιστα μεθῆκαν· ὁ δὲ ἀντιστρόφως, ἐπεὶ τάχιστʼ ἤκουσαν, μεθῆκαν. ἔστι δὲ ὁ σχηματισμὸς μᾶλλον ῥήτορσι συνήθης ἢ ποιηταῖς. 1. ὑστάτην ὄπα: τὴν τελευταίαν φωνὴν, μεθʼ ἢν ἄλλος οὐδεὶς ἔλεγεν. B. M. Fl. 17. 59. γρ. καὶ ὑστέραν. B. ἤτοι τὴν βασιλικὴν φωνήν. B.