Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 57
Not analysed yet
53. περᾷ: ὁρᾷ γὰρ Ἑκάβην προϊοῦσαν ἐκ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος καί φησι, μὴ βούλομαι φανῆναι αὐτῇ, ἵνα μὴ ἐκφοβηθῇ τὸ εἴδωλον ὁρῶσα τοῦ παιδὸς τοῦ δοκοῦντος σώζεσθαι. M. περᾷ γὰρ ἥδ᾿ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: εἰ κατὰ τὸν Εὐριπίδην ἴδιαι γυναικῶν αἰχμαλώτων στέγαι ἦσαν, πῶς ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος ἐξῄει ἡ Ἑκάβη, πῶς δὲ καὶ ἐκείνας ἐξιοῦσα ἐξ . . το λόγον “ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδες,” τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης; νοητέον δὲ τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων, εἰσελθεῖν δὲ εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τὸν ὄνειρον, καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπολυμηναμένην πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη “περᾷ γὰρ ἥδ᾿ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος.” A. M. περᾷ: ἐκβαίνει ἡ Ἑκάβη. Fl. 21. συνεκδοχή ἐστι περᾷ τὸν πόδα. Fl. 21. ἀπέρχεται γὰρ καὶ αὕτη καὶ τὸν πόδα κινεῖ πρὸς τὴν τοῦ Ἀγαμέμνονος σκηνήν. Fl. 33.