Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 570
Not analysed yet
566. ὁ δʼ οὐ θέλων καὶ μὴ θέλων: οὐ θέλων μὲν ὡς οἰκτιζόμενος τὴν Πολυξένην, θέλων δὲ ὡς τιμῶν τὸν πατέρα καὶ ὡς πρὸς τὴν πατρίδα θέλων ἐλθεῖν. Ἄλλως. ὁ δὲ οὐ θέλων ἐν τῷ οἴκτῳ τῆς Πολυξένης καὶ θέλων τὸ μὴ παρακοῦσαι τὸν πατέοα αὐτοῦ. A. τὸ ἑξῆς, οὐ θέλων οἴκτῳ καὶ συμπαθείᾳ τῆς κόρης, τέμνει τὸν λαιμόν· ἐκ τούτου γὰρ πνεῖ τε καὶ ἀναπνεῖ ῥέον τὸ αἷμα. I. οὐ θέλων τῷ οἴκτῳ τῆς κόρης, ἤγουν ἐλεῶν τὴν κόρην, καὶ θέλων, διὰ τὸν πατέρα αὐτοῦ, ὑπʼ ἀνάγκης· ὅπερ καὶ παροιμιακῶς λέγεται, ἑκὼν ἄκων. Gu. Fl. 10. 59. οἴκτῳ: τῷ ἐλέῳ. Fl. 56. ὁ δὲ τοῦ Ἀχιλλέως παῖς Νεοπτόλεμος ἄκων τε καὶ ἑκὼν τέμνει τῷ σιδήρῳ τὸν τράχηλον τῆς οἰκτρᾶς καὶ ταλαιπώρου κόρης. El. 33.