Ancient Greek · ~8 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 575
Not analysed yet
570. κρύπτειν δʼ ἃ κρύπτειν: γρ. κρύπτουσʼ ἃ κρύπτειν. B. ἀπὸ τῶν ὀμμάτων. B. καὶ κρύπτειν ἃ χρεὼν, ἤγουν πρέπον, κρύπτειν τὰ ὄμματα τῶν ἀρρένων. τὸ κρύπτω μετὰ αἰτιατικῆς λέγεται καὶ πρὸς τὰ πρόσωπα καὶ πρὸς τὸ πρᾶγμα, οἷον κρύπτω σε τὴν ἐμαυτοῦ βουλήν. Gr. I. Ὀὐκ ὀλίγοι πειραθέντες ἑρμηνεῦσαι τὸ χωρίον τοῦτο τοσοῦτον ἀπέσχοντο τοῦ τἀληθὲς εἰπεῖν ἐξευρεῖν, ὅσον ἂν εἰμηδὲ τὴν ἀρχὴν ἐπικεχειρηκότας φανῆναι κατὰ γνώμην σφίσιν ἐπῆλθε. δυοῖν γὰρ οὐσῶν τῶν αἰτιατικῶν, καὶ τοῦ γε νοῦ καθεστῶτος ἐντεῦθεν ἐν σκότῳ, βουλόμενοι συντεταχέναι, ἐναλλαγαῖς τε ἐχρήσαντο καὶ προθέσεσιν ἔξωθεν, εἰς ἃ χρεὼν τὰ ὄμματα τῶν ἀρσένων κρύπτεσθαι φάσκοντες. ἐγ δὲ οὕτʼ ἐκείνοις μεμφόμενος καὶ τὸ δοκοῦν εἰπὼν ἐμαυτῷ, οἶμαι ἂν πάντας, ὅσοις ὀρθότητος ἐν λόγοις μέλει, ἐκ τοῦ εὐθέως ἀκούσανσας, ἡ μὴν τοῦθʼ οὕτως ἔχειν ψηφίσασθαι. λέγων γὰρ ὁ Ταλθύβιος τὰ περὶ τῆς κόρης, εἶτα ἐπήνεγκεν, ἡ δὲ καὶ θνήσκουσα ὅμως προὐνοεῖτο εὐσχημόνως πεσεῖν, καὶ κρύπτειν ἐκεῖνα, χρεών ἐστι κρύπτειν τὰ ὄμματα τῶν ἀρσένων. I. Ὥσπερ ἀφαιρῶ σὲ τὴν χλαμύδα φαμὲν, καὶ στερῶ σὲ τὸ ἀργύριον, ὄντα καὶ ἀμφότερα αἰτιατικὰ, καὶ ὁ ἀφαιρούμενος καὶ ὃ ἀφαιρεῖται, καὶ ὁ στερούμενος καὶ ὃ στερεῖται· οὕτω καὶ κρύπτω σὲ τόδε λέγομεν, οἷον ἔχων τις ὁτιοῦν κτῆμα καὶ μόνος βουλόμενος ἀπολαύειν κρύπτει τοῦτο τοὺς ἄλλους. καὶ ἡ Πολυξένη γυνὴ οὖσα, εἰ καὶ τὸν περὶ τοῦ θανεῖν ἔθει, ἀλλ’ οὖν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν καὶ τὰ αἰδοῦς ἄξια κρύπτειν, ἃ πρέπον ἐστὶ κρύπτειν τὰς τῶν ἀνδρῶν ὄψεις καὶ μὴ δεικνύναι. μαρτύριον δὲ τούτου ἄλλα τε πολλὰ καὶ τὸ τοῦ Σοφοκλέους “οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι. ᾿ʼ καὶ Αἰσχύλος πάλιν ”μή τοί με κρύψῃς τοῦθʼ ὕπερ μέλλω παθεῖν.” Gu. I. κρύπτειν: κακοζηλία. Fl. 17. οἱ δὲ ἄνδρες ἔκρυπτον τὰ ἑαυτῶν ὄμματα, καθὼς πρέπει ἀρρένων κρύπτειν. Fl. 33. κρύπτειν: κρύΟὐκ πτέσθαι. Fl. 59. ἀρσένων: μετάπτωσις. FI. 17. ἔπεσεν εἰς τὸ κακόζηλον, ὅπερ κακίζουσιν οἱ ὀβελίζοντες. Gu.