Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 588
Not analysed yet
581. εὐτεκνωτάτην: ὁ ποιητὴς ἐδέξατο μετὰ τῆς κνω, ὡς μὴ ἐκτεινομένου τοῦ τε, ἐπείτοι γε τὸ μὲν κ ἄφωνόν ἐστι, τὸ δὲ ν ἀμετάβολον, ἀναγκασθεὶς διὰ τὸ μέτρον τοῦ στίχου, ἐπεὶ, εἰ μακρὸν ἔμελλε δέξασθαι τὸ τε, ἐγένετο ἂν ὁ στίχος σφαλερός. οἱ δὲ γραμματικοὶ γράφουσι τοῦτο μικρὸν κατὰ τὸν λόγον ὅτι τὸ κ καὶ τὸ ν ἐκτείνουσι τὸ τε· τὰ γὰρ διὰ τοῦ ώτερος καὶ ώτατος, εἰ μὲν ἔχουσι τὴν πρὸ τοῦ ω συλλαβὴν βραχεῖαν, διὰ τοῦ ω μεγάλου γράφουσιν, εἰ δὲ μικρὸν, διὰ τοῦ ο μικροῦ, χωρὶς τοῦ ξενότατος καὶ στενότατος, ἄτινα ὁ Ὅμηρος γράφει μικρὰ κἀκεῖνος διὰ τὴν τοῦ μέτρου ἀνάγκην, ἐπεὶ, εἰ ἦν μέγα τὸ νω, ὤφειλεν ἐκτείνεσθαι καὶ ἡ πρὸ τῆς διπλοῦ συλλαβὴ, καὶ ἐγένετο ἀμφίμακρος, ὡς πρὸ τῆς διπλοῦ συλλαβῆς μακρᾶς οὔσης, τῆς δὲ ξε βραχείας καὶ τῆς νω μακρᾶς. ἦν γοῦν ἐκεῖ νω ἀχρήσιμος εἰς τὸ τοῦ ἡρωϊκοῦ στίχου δακτυλικὸν μέτρον. ἡμεῖς τοίνυν ἐκείνῳ ἀκολουθήσαντες ὡς ἀρχαιοτέρου καὶ τῶν ἑτέρων ποιητῶν κρείττονι κἀκείνων αὐτὸν ἀκολουθησάντων, γράφομεν καὶ ἡμεῖς τοῦτο μικρὸν, διδάσκαλον ἐκεῖνον ἔχοντες πάντων καὶ τῶν λέξεων Ἑλληνιστὴν ἀκριβέστατον, ὡς καὶ τὸ ἴσον ἐκεῖνος μὲν ἐδέξατο μακρὸν τὸ ι προστιθεὶς καὶ περισπωμένην κατὰ τὸν κανόνα τὸν λέγοντα, πᾶσα φύσει μακρὰ πρὸ βραχείας ληκτικῆς, ὁ δέ γε παρὼν ποιητὴς ἐδέξατο βραχὺ τὸ ι, προστιθεὶς καὶ ὀξεῖαν. ἐπακολουθοῦντες οὖν καὶ ἡμεῖς τὸν Ὅμηρον, καὶ οὐ τὸν Εὐριπίδην, ἢ ἕτερόν τινα τῶν ποιητῶν, περισπῶμεν αὐτὸ, ἐπεὶ ἐκεῖνος φυλάττει, ὡς εἴπομεν, τὴν τῶν λέξεων ἀκρίβειαν. οὗτοι δὲ λογοειδῆ γράφοντες —οἱ γὰρ ἰαμβογράφοι ὡς λογοειδῆ γράφουσι —τὰ ἑαυτῶν κατελείψαμεν, γράφοντες καὶ ἰσότατος ἐν ταῖς πεζογραφίαις μικρὸν τὸ σο, ὡς ἐδηλώσαμεν τὸ ἴσον μακρὸν ἔχον τὸ ι. τὰ γὰρ ἔχοντα μακρὰν τὴν πρὸ τοῦ ο συλλαβὴν σμικρύνονται. Fl. 59.