Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 592
Not analysed yet
585. —591. ὦ θύγατερ: οὐ γινώσκω εἰς ὅπερ τῶν κακῶν θεάσομαι, πολλῶν ὑπαρχόντων· ἐὰν γὰρ προσεγγίσω τινὸς, τὸ ἕτερόν με οὐκ ἀφίησιν, ἀφέλκεται δὲ ἀπὸ τοῦ ἑτέρου μέρους διάδοχος κακῶν προτέρων δηλονότι κακοῖς ἑτέροις ἐπαγομένοις. καὶ νῦν τὸ μὲν σὸν πάθος οὐκ ἂν δυναίμην ἐξαλεῖψαι ἀπὸ τῆς φρενὸς, ὥστε μὴ στένειν αὐτὸ δηλονότι· τὸ δὲ λίαν στένειν ἐμὲ καὶ θρηνεῖσθαι ἀφεῖλες ἀγγελθεῖσά μοι γενναία καὶ μεγαλόψυχος. I.