Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 601
Not analysed yet
592—598. οὔκουν δεινόν: οὐ θαυμαστὸν, φησὶν, ὅταν κακὴ γῆ τυχοῦσα εὐκρασίας ἀέρων παρὰ θεοῦ, στάχυν φέρῃ καλὸν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα καρπὸν κακὸν φέρῃ, ἐν δὲ τοῖς ἀνθρώποις τοῦτο οὐκ ἔστιν ἰδεῖν, ὅτι τὸ ἐκ φύσεως οὐ μεθίσταται· ὁ γὰρ κακὸς ἀεὶ κακός ἐστι, καὶ ὁ ἀγαθὸς ἀεὶ ἀγαθὸς, κἂν ἀτυχήμασι περιτύχη. ταῦτα δέ φησι, θαυμάζουσα τὴν Πολυξένην. Gu. I. οὔκουν δεινόν: οὐδὲν ὑπάρχει θαυμαστὸν, εἰ ἡ γῆ μὲν κακὴ, τυχοῦσα καιροῦ καλοῦ ἢ ἐπιμελείας γεωργικῆς, φέρει καρπὸν καλὸν, ἡ δὲ καλὴ γῆ ἀμεληθεῖσα παρὰ τοῦ γεωργοῦντος αὐτὴν ἀποδώσει καρπὸν κακόν. ἐπὶ μὲν οὖν τῆς γῆς οὕτως ἔχει, ἐπὶ δὲ τῶν ἀνθρώπων ὁ ἀπὸ φύσεως ὑπάρχων πονηρὸς ἢ κακὸς ἢ ἀγεννὴς καὶ μέχρι τέλους οὕτω διαμένει, ὁ δὲ ἐσθλὸς ἢ ὁ εὐγενικὸς καὶ ἀπὸ φύσεως ὑπάρχων ἀγαθὸς, κἂν καὶ μυρίαι συμφοραὶ περικυκλώσουσι τοῦτον, οὐ πάλιν διέφθειρε τὴν εὐγένειαν αὐτοῦ, ἀλλʼ εἰς τέλος διαμένει χρηστός. τὸ αὐτὸ πέπονθε καὶ ἡ Πολυξένη εὐγενὴς οὖσα, μὴ πτοηθεῖσα, μηδὲ δειλανδρήσασα ἐπὶ τὴν σφαγὴν, ἀλλὰ βασιλικῶς καὶ γενναίως ἀποθανοῦσα. Fl. 59. οὐχὶ δεινὸν εἰ κακὴ γῆ, ὅταν τὰ ἐκ θεοῦ αὐτῇ κατὰ καιρὸν ἀπαντήσῃ— λέγει δὲ τοὺς ὑετοὺς καὶ τὸν ἀέρα—φέρει στάχυν καλὸν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα κακὸν καρπὸν φέρει, τῶν δʼ ἀνθρώπων ἀεὶ ὁ κακὸς κακός ἐστιν, ὁ δʼ ἀγαθὸς ἀγαθὸς, κἂν ἀτυχήμασι περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν Πολυξένην. M. Fl. 21. οὐκ ἔνι ἔπαινος. Fl. 17. δεινόν: παράδοξον. Gr. θαυμαστὸν καὶ μέγα. Gu.